1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

75

μισθὸν εἰς ὄνησιν, ἀλλὰ καὶ μὴ ὑπάρχοντα τῶν δι' εὐήθειαν κτηνωδεστέρων, ὧν ἀπαγορεύων τὴν ἀλογίαν, εὐήθειάν τε καὶ ἀγριότητα, ὁ λόγος φησίν· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» 2.321 Πῶς γὰρ ὑπάρξειν οἷός τ' ἐστὶν ὁ μισθὸς τῶν σύνεσιν οὐκ ἐχόντων, τῶν σὺν ἀλογίᾳ πάντα πραττόντων; Κἄν ποτ' οὖν τινες ἄνθρωποι εἶναι δοκῶσιν, πάντα σὺν κακοτεχνίᾳ δρῶντες, ἀμισθὶ καὶ ἀνηνύτως ἐνεργοῦντες, ὀνήσιμον μισθὸν οὐκ ἔχουσιν, διὰ τὸ «μὴ εἰσέρχεσθαι σοφίαν εἰς τὴν κακότεχνον αὐτῶν ψυχήν, μ̣ηδὲ κατοικεῖν ἐν τῷ καταχρέῳ ἁμαρτίας σώματι», ὄνησιν μισθοῦ ἔχοντος τοῦ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας. 2.322 Τῇ ἐνεργαζομένῃ γοῦν ψυχῇ «τὴν μένουσαν εἰς αἰώνιον ζωὴν βρῶσιν» καὶ εἰς ἔργα μεταβαλλούσῃ τὰς ἁγίας ε᾿̣ν̣τολάς, ὁ «μισθαποδότης» Θεός φησιν· «Ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις.» Ἰσοδυναμούντως τῇ ἀμείψει ταύτῃ, περὶ τῶν ἀκαταισχύντων ἐργατῶν ὁ ἐν Χριστῷ Ἀπόστολος Παῦλος γράφει· «Ἕκαστος λήμψεται τὸν ἴδιον μισθὸν κατὰ τὸ αὑτοῦ ἔργον.» 2.323 Ἐπίστησον ἀκριβῶς εἰ μόνα τὰ διδόμενα ὑπὲρ ἐπαινετῶν ἔργων μισθὸς καλεῖται, τῶν ἐφ' ἁμαρτίαις προτινομένων κολάσεων, ἀλλ' οὐ μισθῶν, ὀνομαζομένων. 2.324 Τί δ' ἕψεται τοῦ μισθοῦ τῶν ἀνθρώπων εἰς ὄνησιν οὐκ ὄντος καὶ τοῦ μισθοῦ τῶν κτηνῶν οὐχ ὑπάρχοντος, ἢ ἀπὸ θλίψεως εἰρήνην μὴ εἶναι ἀπὸ τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου, τῶν ἀνθρώπων ἀποστελλομένων πρὸς τοῦ εἰρηνικῶς βασιλεύοντος «ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ» κατ' ἀλλήλων ἀεὶ φονώντων καὶ ταραττομένων. 2.325 Τὴν τοιαύτην ἀγρίαν κατάστασιν ὑπογράφων, ὁ ὑμνῳδὸς ἐν Ψαλμῷ ἑνδεκάτῳ φησίν· «Μάταια ἐλάλησεν ἕκαστος ἐν τῇ καρδίᾳ αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ αὐτῶν ἐλάλησαν.» Ἰσοδυναμούντως καὶ ὁ Ἰερεμίας περὶ τῶν οὕτως ἐπικειμένων κατ' ἀλλήλων λέγει· «Μὴ καταπιστεύετε ἐν φίλοις, καὶ ἐπ' ἀδελφοῖς μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται· ἀλήθειαν οὐ μὴ λαλήσουσιν, μεμάθηκεν γλῶσσα αὐτῶν λαλεῖν ψεύδη.» Περὶ τῶν τοιούτων καὶ ὁ ἱεροψάλτης ∆αυὶδ βοᾷ· «Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ λόγους διαλογίζονται.» Καὶ ὁ προφήτης πάλιν λέγει· «Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν», ὁ δολερὸς καὶ ἀπατηλὸς δηλονότι. 2.326 Τῶν οὕτω σπουδαζόντων καὶ «τὰ τῆς σαρκὸς ἔργα» πραττόντων, κἂν ἄνθρωποι δοκῶσιν εἶναι, ὁ μισθὸς εἰς ὄνησιν οὐκ ἔσται οὐδ' ὁ τῶν κτηνωδεστέρων ὑπάρξει. 2.327 Κτήνη ἐν τούτοις ἐκλημπτέον τοὺς φιληδόνους καὶ φιλοπαθεῖς, ἀνθρώπους δὲ τοὺς πρεσβεύοντας τὴν ψευδώνυμον γνῶσιν καὶ «τὴν σοφίαν τούτου τοῦ αἰῶνος καὶ τῶν ἀρχόντων αὐτοῦ», ὀνήσιμον μισθὸν οὐκ ἔχουσαν τῷ καταργεῖσθαι καὶ μὴ μένειν μετὰ τὸν αἰῶνα τοῦτον καὶ τὴν κατ' αὐτὸν ζωήν. Φανέντος γὰρ κατὰ τὸν μέλλοντα αἰῶνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, λυθήσεται πᾶσα ἀπάτην ἔχουσα σοφιστεία καὶ ἄλογος ἡδονή, ὥστε μηκέτι τὸν μέχρι τοῦ δοκεῖν ὄντα μισθὸν αὐτῶν ὄνησιν ἔχειν ἢ ὑπάρχειν, τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου οὐδαμῶς εἰρήνην ἔχοντος ἀπὸ τῆς καταπονησάσης θλίψεως, ἑκάστου ἀνθρώπου ἀποσταλέντος κατὰ τοῦ πλησίον, ὥστε πορθεῖν καὶ κακοῦν αὐτόν. 2.328Zach. VIII, 11-12: Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα. 2.329 Ῥέψας εἰς εὐεργεσίαν, ὁ πάντων ἀγαθῶν αἴτιος ἐπαγγέλλεται μηκέτι ποιήσειν τοῖς ὑπολειφθεῖσιν τοῦ λαοῦ κατὰ τὰς πρότερον ἡμέρας, ὅτε ἐκράτουν οἱ ἐχθροί, περιγενάμενοι ὧν ἐξῃχμαλώτισαν· εἰρήνην χαριζόμενος, ἔφη, εὐετηρία καὶ εὐθηνία ἔσται, τῶν οἰνοφόρων φυτῶν καρπὸν πολὺ φερόντων, καὶ τῆς γῆς γενήματα ει᾿̣ς π̣λῆθος καρποφορούσης, δρόσον τοῦ οὐρανοῦ διδόντος, ἅπ̣ερ πάντα κληρονομήσει ὁ