1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

79

«ζῶντας καὶ νεκρούς», ἀφορίσει τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, ἵνα τοὺς μετέχοντας δικαιοσύνης καὶ ὁσιότητος εἰς τὴν βασιλείαν εἰσαγάγῃ ἐπὶ τῷ κληρονομῆσαι αὐτήν, τοὺς δ' ἀδίκους καὶ πονηρούς, μὴ ἀγαπήσαντας τὸν πλησίον ὡς ἑαυτούς, ἀποπέμψῃ εἰς κόλασιν, λέγων· «Πορεύεσθε, οἱ κεκατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» 2.359 Κατὰ τὸν τρόπον τοῦ ἐπίστασθαι, λέγει πρός τινας «ὁ τῶν κρυπτῶν γνώστης» καὶ «πάντων τὸν νοῦν ἐπιστάμενος»· «Ἔγνων ὅτι πολλαὶ αἱ ἁμαρτίαι ὑμῶν.» Ὁμοίως καὶ ἐν Εὐαγγελίῳ· «Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλόν, βδέλυγμα παρὰ τῷ Θεῷ ἐστιν.» 2.360 Κατὰ τὴν θεωρίαν ταύτην, ἐκλημπτέον καὶ τὸ συνεχῶς κείμενον ἐν τῷ Εὐαγγελίῳ· «Γνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν», φαυλῶν δηλαδὴ τυγχανόντων· πανούργως γὰρ καὶ κακοήθως διακείμενοι, ᾤοντο λανθάνειν «τὸν πάντων τὸν νοῦν ἐπιστάμενον». 2.361 Ὡς οὖν ἔστιν γινώσκεσθαι κατὰ τὸ ἐπίστασθαι ᾧ τὸ ἀγνοεῖν ἀντίκειται, οὕτω καὶ διὰ πείρας ἔστιν εἰδέναι καὶ μὴ εἰδέναι. Ἐὰν γὰρ γράφῃ Παῦλος περὶ τοῦ Σωτῆρος ὡς «οὐκ ἔγνω ἁμαρτίαν», ἐκλαμβάνομεν τὸ γεγραμμένον ἴσον τῷ· τὸν μὴ πειραθέντα πρακτικῶς ἢ διανοητικῶς ἁμαρτίας. Ἐπιστάμενος αὐτὴν οἵας δυνάμεώς ἐστιν καὶ ποίᾳ προαιρέσει τελουμένη, ἆραι γοῦν αὐτὴν ἐλήλυθεν τοῦ κόσμου. 2.362 Παρατείνει δὲ ἡ διαφορὰ αὕτη καὶ ἐπὶ τῶν ἀνθρώπων· εἴρηται γοῦν ἐν Ἐκκλησιαστῇ· «Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν», τοῦτ' ἔστιν οὐ διατεθήσεται κατὰ ῥῆμα πονηρόν, γινωσκομένου τοῦ πονηροῦ ῥήματος κατ' ἐπιστήμην τῷ φυλάττοντι τὴν θείαν ἐντολήν, οὖσ̣αν Θεοῦ ῥῆμα· ἐπιστήμης γὰρ μιᾶς οὔσης τῶν ἐναντίων, ὁ τὸ ἀγαθὸν ῥῆμα γινώσκων καὶ τὸ ἐναντίον αὐτῷ ἐπίστ̣α̣ται. 2.363 Τὸ διττὸν τοῦ γινώσκειν καὶ περὶ τοῦ Ἀδὰμ ἀπαγγέλλει ἡ γραφή, ὅπου μὲν λέγουσα ἐπίστασθαι αὐτὸν τίς ἡ οὐσία τῆς γυναικός, -ἀποδόντος γὰρ αὐτὴν μετὰ τὴν πλάσιν τοῦ δημιουργήσαντος, ὁ Ἀδὰμ εἶπεν· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή»· - ὕστερον γνοὺς αὐτὴν κατὰ τὸν τῆς πείρας τρόπον· γέγραπται γάρ· «Ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάϊν.» Καὶ ἐφ' ἑκάστου δὲ συμβιοῦντος ἀνδρὸς τοῦτο φέρεται, καὶ ἐν τῇ συνήθει ὁμιλίᾳ καὶ τῇ θείᾳ παιδεύσει. 2.364 Αὐτίκα γοῦν καὶ περὶ τοῦ πατρὸς τοῦ προφήτου Σαμουὴλ γέγραπται· «Ἔγνω δὲ Ἑλκανὰ Ἄνναν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβεν, καὶ ἔτεκεν τὸν Σαμουήλ.» Κατὰ τοῦτο τὸ σημαινόμενον εἴρηται περὶ τῆς Ῥεβέκκας· «Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.» Καὶ ἡ ἀπειρόγαμος δὲ παρθένος Μαριάμ, περὶ συλλήμψεως τέκνου ἀκούσασα πρὸς τοῦ μεγάλου ἀγγέλου Γαβριήλ, ἔφη· «Καὶ πόθεν μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» 2.365 Οὐκ ἀχρήστως παρεκβεβηκέναι τοῦ προκειμένου προφητικοῦ ἡγούμεθα· ὑπῆρκται γὰρ τοῦτο σαφηνείας ἕνεκα τοῦ ἀσαφῶς εἰρημένου οὕτως· «Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ.» Ἔδει γὰρ φανερῶσαι κατὰ ποῖον σημαινόμενον εἴρηται ὑπὸ τοῦ Θεοῦ τό· «Ἵνα γνῶ». 2.366 ∆είξαντες ἐπὶ τίσιν τῶν παροργισάντων διανοηθεὶς ὁ Θεὸς κακῶσαι καὶ ἐπαράτους ἀναδεῖξαι οὐ μετενόησεν, ἐμμείνας τῇ κατ' αὐτῶν ψήφῳ, ἐκ τίνων δὲ μετενόησεν ἐμφύτῳ ἀγαθότητι καιρὸς ἰδεῖν. 2.367 Ὡς προθέμενος εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραὴλ οὐμετέγνω, ἐμμεινάντων αὐτῶν τῇ ἀρετῇ ᾗ ἀνέλαβον ἐκ προτροπῆς Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ· εἴρηται γὰρ ἐν ἑνὶ τῶν Ψαλμῶν· «∆ώσει εὐλογίας ὁ νομοθετῶν», δηλαδὴ τοῖς φυλάττουσιν τὸν θεῖον αὐτοῦ νόμον. Ἰσοδυναμούντως καὶ ἐν ἄλλῳ Ψαλμῷ φέρεται, ἔνθεν ἀρχόμενον· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν