1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

81

παιδευτὴν ἐπόθησαν ἔχειν οἷς ὁ Κύριος καὶ Σωτὴρ εἶπεν· «Ὑμεῖς φωνεῖτέ με· ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» 3.3 Ὑπάρξεται ἡ δωρεὰ αὕτη καὶ ἡμῖν διὰ ἀδιάλειπτον εὐχὴν τῶν ἀναπεμπόντων ὑπὲρ ἡμῶν, σοφία καὶ «λόγος ἐν ἀνοίξει τοῦ στόματος», ὥστ' ἀμέμπτως καὶ ὡς δεῖ ἐκλαβεῖν τὰ ἑξῆς τοῦ ἐκκειμένου προφήτου, ἀρχόμενα ἐνθένδε. 3.4 Zach. VIII, 16-17: Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν. Καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. 3.5 Τῶν τοῦ Θεοῦ λόγων οἱ περὶ ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς ὄντες ποιεῖσθαι δύνανται, τῶν γνωστικῶν καὶ ἐποπτικῶν ἐχόντων τὸ θεωρεῖσθαι πρὸς τῶν ἐποπτικῶν καὶ διορατικῶν ἀνδρῶν. 3.6 Θεοῦ γοῦν διὰ τοῦ ἱεροφάντου Μωϋσέως πολλὰ ἐντειλαμένου ἵνα ἔργα κατὰ ἀρετὴν γίνωνται, οἱ συνέντες τοὺς δοθέντας λόγους μεγαλοφώνως ὡμολόγησαν μεταβαλεῖν εἰς ἔργα τὰ παρηγγελμένα, φήσαντες τῷ διακόνῳ τῶν θείων χρησμῶν· «Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα.» 3.7 Ἐπειδὴ δὲ προσήκει τοὺς ἠθικοὺς λόγους πρὸς τῷ ποιεῖν καὶ νόησιν αὐτῶν ἔχειν, ἵνα δικαίως τὸ δίκαιον διωχθῇ, καὶ σωφρόνως τὸ σωφρονεῖν, ἀνδρείως τε καὶ φρονίμως τὰ ἀνδρεῖα καὶ φρόνιμα, -οὕτω γὰρ κατορθωθείη σὺν νοήσει ἀνύεσθαι τὰς πρακτικὰς ἀρετάς-ἀμέλει γοῦν καὶ τοὺς Ἰησοῦ λόγους ἀκούειν καὶ ποιεῖν δεῖ, αὐτοῦ τοῦτο διαγορεύοντος· «Ὁ πρὸς ἐμὲ ἐρχόμενος καὶ ἀκούων τοὺς λόγους μου καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ», καὶ τὰ ἑξῆς. 3.8 Τότε δὲ μάλιστα τὸ γίνεσθαι ἔχουσιν οἱ λόγοι ὑπὸ τῶν ἀκροωμένων, ὅταν ὁ παιδευτὴς πράττῃ ἃ ἑτέροις λέγει· περὶ τοῦ τοιούτου ὁ Κύριος λέγει· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ τοὺς ἀνθρώπους, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», τοῦ μὴ πράττοντος ἃ ἑτέροις παρακελεύεται ποιεῖν ἐλαχίστου τυγχάνοντος, ἐπείπερ λέγων μὴ μοιχεύειν τοῦτ' ἐνεργεῖ καὶ κλοπὴν ἀπαγορεύων ἐνέχεται αὐτῇ, ἀλλὰ καὶ ἱεροσυλεῖ τὰ εἴδωλα βδελυσσόμενος· 3.9 ἢ οὐχ ἱεροσυλεῖ ὁ βλάπτων 3.9 διὰ σκανδάλου τοὺς ἀναθέντας ἑαυτοὺς τῇ θεοσεβείᾳ δίκην ἐμψύχων θείων ἀγαλμάτων; Ὁ γὰρ βλάπτων τοὺς τοιούτους πράξει χειρίστῃ καὶ ἀσεβέσι φρονήμασι ἀληθῶς ἱεροσυλεῖ διὰ τοῦ παραβαίνειν τὸν νόμον ἐν ᾧ καυχᾶσθαι δοκεῖ, τὸν Θεὸν ἀτιμάζων. Ἵν' οὖν μὴ κακός τις ᾖ διδάσκαλος, ἃ παιδεύει ἠθικὰ μαθήματα ἔργοις ἐπιδεικνύσθω· οὕτω γὰρ ἔσται «ἐργατὴς ἀνεπαίσχυντος». 3.10 Ταύτῃ τῇ γνώμῃ γράφει τῷ ἑαυτοῦ μαθητῇ ὁ Ἀπόστολος «ἀφθορίαν ἔχειν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον». Ἢ οὐχ ὑγιῆ, ἀκατάγνωστον λόγον ἔχει; πράττων γὰρ ἃ ἄλλοις ὑπαγορεύει καὶ φρονῶν ἃ ἄλλους δοξάζειν παρασκευάζει, ὑγιῆ, ἀκατάγνωστον ἔχει τῆς διδασκαλίας τὸν λόγον. 3.11 Τούτου τοῦ βίου, τοῦ πρακτικοῦ καὶ γνωστικοῦ φημι, μεταποιεῖσθαι βούλεται τὸν ἀληθῆ θεραπευτὴν τοῦ Θεοῦ τὸ ἑξῆς τῷ προκειμένῳ προφήτῃ, Μαλαχίας ὄνομα αὐτῷ· ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ», μαθεῖν ποθοῦντες παρὰ θείου διδασκάλου ἃ δεῖ γινώσκειν ὀρθόδοξα δόγματα καὶ μυστήρια τῆς βασιλείας καὶ νόμον ἀπαγορεύοντα τὰς ἀδικίας καὶ προστάττοντα τὰ τῶν ἀρετῶν παιδεύματα. 3.12 Μαθόντες ποῖοι οἱ λόγοι γίνονται πρακτικῶς ὑπὸ τῶν προσηκαμένων, ἐπιστήσωμεν ποῖοι πρὸς γνῶσιν καὶ ἀλήθειαν ἔχουσιν. 3.13 ∆ιδάσκων Μωϋσῆς ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶπεν τὸν λόγον τοῦτον ἵν' ἀληθῶς γινώσκωμεν τὴν κτίσιν καὶ τὸν δημιουργὸν αὐτῆς· καὶ ὅσοι ἄλλοι λόγοι τῆς Κοσμοποιίας ἀνεγράφησαν, οὐχ ἵνα ποιῶμεν ἀλλ' ἵνα θεωρῶμεν αὐτοὺς, εἴρηνται· καὶ ἐπὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς ἔρρωται ἡ παίδευσις αὕτη. 3.14 Καὶ αὐτὸς γοῦν ὁ Σωτήρ, ἐν τοῖς Εὐαγγελίοις, ὅπου μὲν