1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

85

ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου», καὶ τοῦ· «Οὐκ ὀφθήσει ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός», προσφέρων δηλαδὴ τὰ πρὸς τὴν ἱερουργίαν θύματα καὶ ἕτερα δῶρα καὶ τὰ πρὸς τὴν ἑορτάσιμον εὐωχίαν. 3.42 Τῆς οὕτω σπουδαζομένης ἱερᾶς συνελεύσεως τέλος κατάλληλον ὑπάρχει τὸ διὰ λιτῶν καὶ ἁγίων προσευχῶν ἐκζητεῖν ἐπιφάνειαν Κυρίου παντοκράτορος, ὀπτανομένου καὶ φανεροῦντος ἑαυτὸν νῷ διαυγεῖ καὶ ἁγιότητος μετέχοντι κατὰ τὸ ἐν μακαρισμοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ταύτῃ τῇ νοήσει συμφώνως ὁ θεσπέσιος Παῦλος Ἑβραίοις ἐπιστέλλει «μεταδιώκειν εἰρήνην καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον», ἐπείπερ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ καὶ ἐπιφαίνεται τοῖς τηροῦσι τὰς ἐντολὰς αὐτοῦ. 3.43 Ἐν μὲν γὰρ τῇ Σαλομῶντος Σοφίᾳ φέρεται λέξις τοιαύτη· «Φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ἐκζητήσατε αὐτόν, ὅτι ἐγγίζει τοῖς μὴ πειράζουσιν αὐτὸν καὶ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.» Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ οὕτω λέγει· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» 3.44 Ἐπὶ τὸ οὕτως ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἤρχοντο οἱ πολλοὶ λαοὶ ἐν τῇ Ἰερουσαλήμ, οὐχ ἵνα Θεὸν εὕρωσιν ἐν τόπῳ καὶ ναῷ διατρίβοντα, ἀλλ' ἵνα εὐχὰς εὐπροσδέκτους ἀναπέμψαντες, νόησιν εὐσεβῆ καὶ φρόνημα ὀρθὸν περὶ τοῦ ἐκζητουμένου καὶ ἐξευμενιζομένου Κυρίου παντοκράτορος σχῶσιν. 3.45 Ῥηθείη πρὸς ἀναγωγὴν ἕκαστον τῶν τοῦ προφήτου περὶ τῆς Ἐκκλησίας τῆς ἐνδόξου καὶ ἡγιασμένης ὑπὸ τοῦ παμβασιλέως Σωτῆρος, δοξάσης ἐν τοῖς καιροῖς τῶν διωγμῶν πάσης ἱλαρᾶς καὶ εἰρηνικῆς καταστάσεως, ὅσον ἐπὶ τοῖς πορθήσασιν, γεγενῆσθαι ἐκτός, τὸ πολλοὺς λαοὺς πάλιν ἐλεύσεσθαι πρὸς αὐτὴν καὶ κατοικοῦντας πόλεις πολλάς, τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας, ὡς τοὺς ἁπανταχοῦ ἐν ταῖς προειρημέναις πόλεσιν κατοικοῦντας εὐσεβεῖ φρονήματι καὶ ἀνεπιλήμπτῳ βίῳ εἰς μίαν πόλιν ἐκ πλειόνων συνελεύσεσθαι, ἐπὶ τῷ ἐξευμενίσασθαι καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου καὶ ἐκζητῆσαι αὐτὸ δι' εὐπροσδέκτων προσευχῶν καὶ ζητήσεων τῶν ὑπὲρ τοῦ ὀφθῆναι Θεόν. 3.46 Καὶ ἐπεὶ ἐράσμια καὶ πολυπόθητα τὰ προαναφωνηθέντα, καὶ αὐτὸς ὁ προφήτης λαβὼν ἔρωτα τῶν ἐλπιζομένων, συνελθεῖν ὠρέχθη τοῖς συνελθοῦσιν ἐπὶ τὸ αὐτὸ λαοῖς πολλοῖς καὶ κατοικοῦσιν ἐν πλείοσιν πόλεσιν· «Πορεύσομαι κἀγώ», φησίν. 3.47 Πιστοποιεῖται δὲ τὰ πλήθη ὡς ἐπὶ τὸ πλεῖστον ὡς προθύμως προσδοκᾶν τὰ προθεσπισθέντα, ὅταν ὁ προειπὼν προκατάρξηται σπεύδειν ἐπὶ τὰ προαναφωνηθέντα. 3.48 ∆υνατὸν ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι τό· «Πορεύσομαι κἀγώ»· αὐτοῦ γὰρ πορευομένου ἐφέπονται αὐτῷ οἱ πρὸς οὓς ἡ ἐπαγγελία, κατὰ τὸ λεχθέν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ, ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ», ὡς καὶ τὸν Πατέρα αὐτὸν φάσκειν· «Ἐγὼ ἤγειρα αὐτὸν βασιλέα· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.» 3.49 Τί δὲ ὑπάρξεται οἰκοδομηθείσης τῆς καλλιπόλεως καὶ ἐπιστραφέντος τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, ἢ τὸ ἁπανταχόθεν ἥκειν λαοὺς πολλοὺς καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι τὸ πρόσωπον αὐτοῦ, ὅπερ ἐστὶν «εἰκὼν» αὐτοῦ, τυγχάνοντος «ἀοράτου Θεοῦ», καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», ὡς τὸν προσβαλόντα αὐτῷ νῷ καθαρῷ ὁρᾶν τὸν Πατέρα, τὸν ἀόρατον Θεὸν δηλονότι. «Ὁ γὰρ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα», τοῦ ἰδεῖν τὸν Υἱὸν πόθον ἐχόντων καὶ τῶν ἀγγέλων. 3.50 Εἴρηται ἐν Εὐαγγελίῳ ὡς οἱ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ «τὸ πρόσωπον διὰ παντὸς βλέπουσιν τοῦ ἐν τοῖς οὐρανοῖς Πατρός», ὅπερ