1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

86

θεάσασθαι γλιχόμενοι καὶ οἱ ἐν ἀνθρώποις ἅγιοί φασιν· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Πρὸς ταύτην τὴν αἴτησιν ἐπινεύσαντος τοῦ παρακληθέντος προαναφωνοῦν τὸ ἅγιον Πνεῦμά φησιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» 3.51 Τούτου τὸ πρόσωπον ἐκζητήσαντες καὶ εὑρόντες, ἐμφανίσαντος αὐτὸ τοῦ γεννήσαντος, ἀγαλλιώμεθα ἐξιλασκόμενοι, φανέντος αὐτοῦ ἡμῖν μετὰ αὐταρκῆ ζήτησιν αὐτοῦ. 3.52 Πῶς ἐκ πόλεων εἰς μίαν πόλιν τὴν ἄνω Ἰερουσαλὴμ συνέρχονται οἱ ἐξιλασκόμενοι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητοῦντες αὐτὸ ἐπιστατέον. 3.53 Καὶ ὅρα εἰ οἱ ἐν πλείοσιν προκοπαῖς τῶν ἀρετῶν καὶ γνώσεως τῆς ἀληθείας φθάσαντες πλειόνων πόλεών εἰσιν πολῖται, μεθ' ἃς ἔτι διαβάντες εἰς τὴν ὡσανεὶ μητρόπολιν, τὴν τελειοτάτην Θεοῦ γνῶσιν, ἐν τῇ ἐπουρανίῳ πολιτε̣ύονται Ἰερουσαλήμ. Ἀποδράσης λύπης, ὀδύνης, στεναγμοῦ ὡς αἰώνιον διαδέξασθαι εὐφροσύνην, ἔφη, μετὰ τ̣ῶν μυριάδων τῶν ἀγγέλων καὶ τῶν τῆς Ἐκκλησίας πρωτοτόκων ἑορταστέον, κατὰ τὴν ἀποστολικὴν γραφήν· «Προσεληλύθατ̣ε̣ γάρ, φησίν, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ.» 3.54Zach. VIII, 23: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου λέγοντες· Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι Θεὸς μεθ' ὑμῶν ἐστιν. 3.55 Ὑπογράφει τὸν καιρὸν ἡ προφητεία καθ' ὃν ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι αὐτό, οὐχ ἕτερον ὄντα τῆς τοῦ Σωτῆρος εἰς ἀνθρώπους ἐπιδημίας, καθ' ὃν ἐγεννήθη ἐκ τῆς παρθένου ὁ Ἐμμανουήλ, ἐν ἡμῖν τοῦ Θεοῦ λοιπὸν γεγενημένου· ἐν ταῖς ἡμέραις τοῦ ὀφθέντος ἐπὶ τῆς γῆς καὶ συναναστραφέντος τοῖς ἀνθρώποις, τῶν ἁπανταχοῦ ἀνθρώπων κλῆσις ἔσται ὡς ἐκκειμένη δηλοῖ προφητεία ὧδε ἔχουσα· «Ἐν ταῖς ἡμέραις ὅταν δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου.» 3.56 Ὑπὲρ δὲ τοῦ νοῆσαι τὸ βούλημα τοῦ ἐκτεθέντος προφητικοῦ ῥητοῦ, πρῶτον σκοπητέον τίς ὁ εἷς ἀνὴρ Ἰουδαῖος κατ' ἐξοχὴν ὀνομαζόμενος· οὐκ ἄλλος δ' οἶμαι τυγχάνει οὗ σημαίνει ὁ Ἀπόστολος Ἑβραίοις γράφων· «Πρόδηλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν», ἐπὶ τὸ ἡγεῖσθαι καὶ βασιλεύειν τῶν ἐν κρυπτῷ Ἰουδαίων, πνεύματι ἀλλ' οὐ γράμματι, περιτεμνομένων οὐ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν· περὶ γὰρ αὐτοῦ ἐκλαμβάνομεν τὸ ἐν ὕμνοις εἰρημένον ὑφ' ἑκάστου διορατικοῦ· «Βασιλεύς μου Ἰούδα.» 3.57 Ἡ αὐτὴ νόησις ὑποβάλλεται καὶ ἐν τῇ ὑπὸ τοῦ Ἰακὼβ εἰρημένῃ εὐλογίᾳ ὧδε ἐχούσῃ· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου»· καὶ μεθ' ἕτερα· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Οὐ γὰρ ἑνὸς ἔθνους, ἀλλὰ πάντων ὁμοῦ μακαρία προσδοκία τυγχάνει, πληρουμένης προφητείας περὶ κλήσεως πάντων ἀνθρώπων ὧδε ἐχούσης· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 3.58 Τούτου τοῦ ἀναστάντος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἀνατείλαντος ἐκ τοῦ Ἰούδα ἀληθινοῦ Ἰουδαίου ὄντος ἐπιλαβόμενοι τοῦ κρασπέδου τοῦ ἱματίου ἄνδρες δέκα ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν φασιν αὐτῷ ὡς ἡγουμένῳ καὶ στρατηγῷ, μᾶλλον δὲ ἀρχιερεῖ καὶ παμβασιλεῖ· «Πορευθῶμεν δὲ μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς ἐν ὑμῖν ἐστιν», φανερὸν δ' ὅτι τοῖς κατὰ τὸ νοητὸν Ἰουδαίοις, τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τῷ Θεῷ, οὐκ ἐν Ἱεροσολύμοις ἢ τῷ Σαμαριτῶν ὄρει. Ὡς γὰροὐκ ἐν τόπῳ οἱ ἄγγελοι προσκυνοῦσιν τῷ Υἱῷ τοῦ Θεοῦ, περὶ οὗ τὸ ἅγιον Πνεῦμα λέγει· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ», οὕτως οὐδὲ οἱ ἐξ ἀνθρώπων προσκυνηταὶ τοῦ Θεοῦ ἐν τόπῳ τινὶ