1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

88

γέγονεν οὐ πάντως τῶν ἀριθμῶν ἐπὶ αἰσθήσεως λαμβανομένων. Ἑπτάκις μὲν γὰρ χίλιοι ἄνδρες μὴ κάμψαντες γόνυ τῇ βάαλ τυγχάνουσιν οἱ μυστικῶς ὑποκείμενοι τῷ σαββατισμῷ τῷ ἀποκειμένῳ τῷ λαῷ τοῦ Θεοῦ, ἔχοντες οἰκειότητα πρὸς τὴν χιλιάδα καὶ τὴν ἀπ' αὐτῆς συνισταμένην ἑβδομάδα. Πολλαχοῦ γὰρ ἔστιν ἰδεῖν τὸν χίλια ἀριθμὸν θεοπρεπῶς μνημονευόμενον, ὥσπερ καὶ ἐν τῷ περὶ Θεοῦ ἀπαγγελλομένῳ οὕτως· «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκην λόγου αὐτοῦ, οὗ ἐνετείλατο τῷ Ἀβραὰμ εἰς χιλίας γενεάς.» Κατ' οὐδὲν γὰρ τῶν σημαινομένων χίλιαι ὑπάρξουσι γενεαὶ μέχρι τῆς τοῦ κόσμου συντελείας, ὡς ἐντελέστερον προηγουμένως ἐν ἄλλοις ἀποδέδεικται. 3.69 Ἐκ ταύτης οὖν τῆς μυστικῆς χιλιάδος ἑβδομὰς συνίσταται, καθ' ἣν οἱ γνησίως θεοσεβοῦντες μόνον τὸν τῶν πάντων αἴτιον γονυπετοῦσιν. 3.70 Ἀλλὰ καὶ οἱ ἀκολουθήσαντες παρθένοι μετὰ γυναικὸς οὐ μεμολυμμένοι ὑπόκεινται τῷ ἑκατὸν τεσσαράκοντα τέσσαρες ἀριθμῷ τῶν χιλιάδων. 3.71 Ἔτι δὲ μάλιστα τὸ ἀπίθανον τῆς ἱστορίας φανεροῦται ἐκ τοῦ τεταγμένως ἀφ' ἑκάστης φυλῆς τοῦ Ἰσραὴλ δώδεκα χιλιάδας παρθένων ἀνδρῶν συμπληροῦσθαι· τάχα οὐδὲ ἐκ πάσης τῆς ἀνθρωπότητος τοσοῦτον ἀριθμὸν οἷόν τε συμπληροῦσθαι διὰ Χριστὸν ἀγαμούντων ἔτι τοῦ Ἰωάννου ἐπὶ γῆς διατρίβοντος. 3.72 Ἐπεὶ οὖν τὰ τῆς λέξεως ἀδυνάτως ἔχει, φαμὲν τοσαύτας εἶναι χιλιάδας τῶν ἀμολύντως καὶ ἀμώμως βιούντων διὰ τὴν ἀρετὴν τὴν προσοῦσαν τῷ ἀριθμῷ· ἔστι γὰρ τετράγωνος, οὗ πᾶσα πλευρὰ δωδεκάς ἐστιν χιλιάδων, πολλῆς καὶ τούτου τοῦ ἀριθμοῦ προνομίας οὔσης, ὡς τῷ ἀναλέξαντι ἀπὸ τῆς γραφῆς ἔσται δῆλον. 3.73 Σαφήνεια δὲ ἀναντίρρητος περὶ τούτων γέγονεν ἐν τοῖς ὑπομνήμασιν τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου καὶ τῆς πρὸς Ῥωμαίους Παύλου ἐπιστολῆς, ἅπερ ὁ ἀναγνοὺς ὄψεται τὰ περὶ τῶν ἀριθμῶν θεῖα θεωρήματα ἐπεσπαρμένα τῇ γραφῇ, τῇ τε πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος, αὕτη δ' ἐστὶν ἡ καλουμένη παλαιὰ διαθήκη, καὶ τῇ μετὰ τὴν δεῦρο τοῦ Χριστοῦ ἄφιξιν, προσαγορευομένῃ καινῇ.

3.74Zach. IX, 1-2: Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰκ καὶ ∆αμασκοῦ, διότι

Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς. 3.75 Οἱ ἅγιοι ὑπηρέται ὄντες τοῦ θείου λόγου λαμβάνουσιν αὐτὸν Θεοῦ διδόντος, ὡς θεολημπτουμένους κατὰ τὸν ἐν Χριστῷ λαλοῦντα κηρύττειν τὴν τῶν ἐσομένων γνῶσιν· τούτῳ τῷ τρόπῳ ὁ Ἁμβακοὺμ κατεχόμενος λῆμμα θεῖον τεθέαται· γέγραπται γὰρ περὶ αὐτοῦ· «Λῆμμα Κυρίου εἶδεν Ἁμβακοὺμ ὁ προφήτης.» Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς οὕτω θεοφορίας λῆμμα λόγου Κυρίου ἀπήγγελται. 3.76 Τί δὲ τὸ λῆμμα τοῦ λόγου καὶ περὶ τίνων βούλεται λέγειν; 3.77 Ἐν τῇ γῇ, φησίν, τοῦ Σεδρὰκ καὶ ∆αμασκοῦ καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις ∆αμασκοῦ γίνεται, ἐφορῶντος Θεοῦ τοὺς ἀνθρώπους καὶ τὰς τοῦ Ἰσραὴλ φυλάς. Μακάριον δ' ἐστὶν τὸ ὑπὸ Θεοῦ ὁρᾶσθαι, κατὰ τό· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους», καὶ τὸν εὐχόμενον τούτου τυχεῖν φάσκοντα εὐκτικῶς· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» 3.78 Ἐπίστησον εἰ δύναται ἡ γῆ τοῦ Σεδρὰκ τὴν τοῦ παλαιοῦ λαοῦ δεικνύναι πληθύν, πεπιστευκότων εἰς τὸν Σωτῆρα λέγοντα· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁ δὲ ∆αμασκὸς αἰνίττεται τοὺς ἀπὸ εἰδώλων κεκλημένους· πολλὴ γὰρ δεισιδαιμονία σπουδάζεται τοῖς ∆αμασκηνοῖς. 3.79 ∆ιὸ καὶ ἀπεναντίως ἔχοντες τοῖς εὑροῦσιν ἀνάπαυσιν ταῖς ψυχαῖς αὐτῶν ὑπὸ τοῦ Σωτῆρος πρᾴου καὶ ταπεινοῦ ὄντος τῇ καρδίᾳ, ὠμόθυμοι καὶ ἐξηγριωμένοι, φονῶντες κατὰ τῶν πέλας εἰσίν. ∆ιὸ «αἷμα πίνοντες» προσαγορεύονται Ἑλλήνων φωνῇ καὶ «αἷμα σάκκου», φόνου πλήρης τυγχάνοντες, ὡς εἶναι ἀνθρώπους ἐφορωμένους ὑπὸ Κυρίου παντοκράτορος, τοὺς ἀπὸ τῶν ἐθνῶν προσεληλυθότας τῇ