1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

89

πίστει, μεθ' οὓς δεύτεροι τυγχάνουσιν οἱ ἀπὸ τῶν φυλῶν τοῦ Ἰσραήλ. 3.80 Πάντες οἱ μνημονευθέντες, πρὸ τῆς θείας κλήσεως ἄγριοι τυγχάνοντες, ἐν τοῖς ὁρίοις τῆς ∆αμασκηνῶν γῆς ἐτύγχανον, οὕσπερ ἔτι παιδίον ὢν Ἰησοῦς ἐπρονόμευσεν, λαβὼν «τὰ σκῦλα Σαμαρείας καὶ τὴν δύναμιν ∆αμασκοῦ ἀπέναντι βασιλέως Ἀσσυρίων». 3.81 Ὅρα εἰ ταύτην τὴν νίκην τοῦ νηπίου τοῦ μήπω ἔχοντος ἡλικίαν «καλεῖν πατέρα ἢ μητέρα» αἰνίττεται ἡ κλῆσις τῶν ἀπὸ ἀνατολῆς μάγων ἐλθόντων ἀπὸ ἀνατολῶν ἐπὶ τὰ Ἱεροσόλυμα προσκυνῆσαι τῷ τεχθέντι ἐκεῖ βασιλεῖ, ποδηγούμενοι ὑπὸ ἀστέρος φανέντος αὐτοῖς, ὡς διαγορεύει τὸ κατὰ Μαθθαῖον Εὐαγγέλιον. 3.82Zach. IX, 2-4: Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. Καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. ∆ιὰ τοῦτο Κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. 3.83 ∆ιὰ τῶν ἐκκειμένων ὀνομάτων ἡ πάντων τῶν ἐθνῶν κλῆσις σημαίνεται. Πάνυ γὰρ εἰδωλολάτραι τυγχάνουσιν Τύριοι καὶ Σιδώνιοι. Τὸ γὰρ λεγόμενον ἐν ἑνὶ τῶν Ψαλμῶν· «Προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις», τὴν κλῆσιν αἰνίττεται τῶν «ἐλπίδα μὴ ἐχόντων, καὶ ἀθέων ἐν κόσμῳ» ἐθνῶν τὴν ἐπιστροφήν. Κατὰ τὴν αὐτὴν νόησιν ἐκλημπτέον καὶ τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἔχον οὕτω· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.» Τότε γὰρ τότε γίνονται ἐν τῇ δεδοξασμένῃ Θεοῦ πόλει, ὅταν ἐπιστραφῶσιν ἀφ' ἧς εἶχον ἀσεβείας καὶ δεισιδαιμονίας οἵ τε ἀλλόφυλοι, Τύριοί τε καὶ λαὸς Αἰθιόπων, ἵνα μερὶς καὶ κλῆρος Θεοῦ χρηματίσωσι, ἀποπαθόντες τὴν ἀλλοφύλων πλάνην καὶ τὴν Τυρίων καὶ Αἰθιόπων εἰδωλολατρείαν. 3.84 Πειρατέον εἰς τὰ προκείμενα καὶ τὰ ἐν Εὐαγγελίῳ συμπαραλαβεῖν οὕτως ἔχοντα· «Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.» Τῶν γὰρ τεραστίων Ἰησοῦ δυνάμεων ἐπιτελεσθεισῶν, οὐ μετενόησαν οἱ τῆς Χοραζὶν καὶ Βηθσαϊδὰ πολῖται ὄντες Ἰουδαῖοι, μετεγνωκότων ἂν Τυρίων καὶ Σιδωνίων εἰ παρ' αὐτοῖς ἐγεγόνεσαν· πλὴν εἰ καὶ τότε μὴ εἶδον τὰς παραδόξους Ἰησοῦ δυνάμεις, ἀλλ' ὕστερόν ποτε θεασάμενοι αὐτάς, πιστεύσαντες τῷ ἐπιτελέσαντι ἐληλύθασιν εἰς μετάνοιαν. 3.85 Τὴν ἐσομένην γοῦν αὐτῶν κλῆσιν δηλοῖ καὶ ἡ προκειμένη προφητεία οὕτως ἔχουσα· «Τύρος καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα», ἀλαζονευομένη ὡς «οἰκοδομῆσαι ὀχυρώματα» ἃ ἔδοξεν εἶναι ἀκαθαίρετα· σοφιστικοὶ δὲ καὶ ἐριστικοὶ λόγοι τυγχάνουσι ταῦτα, ἐφ' οἷς μέγα φρονοῦσα δυσάλωτος καὶ ἀήττητος ὑπελάμβανεν ὑπάρχειν. Περὶ τῶν τοιούτων φρουρίων σπουδαζομένων τοῖς ἑτεροδόξοις, ὡς καθαιρεθησομένων ὑπὸ τῶν ὑπὸ Θεῷ στρατευομένων, γράφει ὁ Ἀπόστολος· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Οὐ γὰρ περὶ αἰσθητῶν ὀχυρωμάτων συγκαθαιρουμένων λογισμοῖς, τοῦτ' ἔστιν λόγοις ἐριστικοῖς, φησὶν ἡ ἀποστολικὴ λέξις. 3.86 Καὶ πρὸς τὴν Νινευή, μεταλαμβανομένην εἰς τὸ «ὡραϊσμένη», μέγα φρονοῦσαν ἐφ' οἷς κατεσκεύασεν ἕρκεσιν καὶ φρουρίοις ἀκαταμαχήτοις, ὁ καθαιρέτης τῶν τοιούτων ἀπειλῶν φησιν· «Καὶ σὺ μεθυσθήσει καὶ ἔσει παρεωραμένη, καὶ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. Τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι, καὶ ἐὰν σαλευθῶσιν πεσοῦνται εἰς στόμα ἔσθοντος.» 3.87 Πῶς γὰρ οὐ παροραθείη ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων ἡ μεθυσθεῖσα ἀπὸ τοῦ τῆς ἀσωτίας οἴνου, ὃν ἀπαγορεύει καὶ τὴν πόσιν αὐτοῦ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος γράφων· «Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία»; Πῶς γὰρ οὐ τοιοῦτος ὁ τρυγώμενος ἀπὸ τῆς σοδομηνῆς ἀμπέλου καὶ τῆς τῶν Γομόρρων κληματίδος, ὃν θυμὸν δρακόντων