1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

91

κἀκείνου περὶ οὗ ὁ Σωτὴρ εἶπεν· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, εἴθε ἤδη ἀνήφθη», ἵνα καταναλωθῇ ὑπ' αὐτοῦ πᾶν βλάστημα βλαβερὸν ὃ ἄκανθα καὶ τρίβολος καὶ ζιζάνιον ὑπάρχει. 3.96 Πρὸς καλοῦ γὰρ τῇ Τύρῳ ἔσται πειραθῆναι τοῦ οὕτω ὑπὸ πυρὸς ἀναλωθῆναι, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Πᾶς πυρὶ ἁλισθήσεται.» Ἐπωφελὲς δὲ καὶ τὸ πᾶσαν τὴν δύναμιν αὐτῆς καταχθῆναι εἰς τὴν θάλασσαν, ἐν ᾗ καὶ τὸ θησαυρισθὲν ἀργύριον ὡς χοῦς, καὶ τὸ συναχθὲν χρυσίον ὁμοιούμενον πηλῷ ὁδῶν τυγχάνουσιν. 3.97 Κατασπασθείσης εἰς τὴν θάλασσαν τῆς ὑπεραύχου δυνάμεως αὐτῆς, καὶ αὐτῆς ὑπὸ πυρὸς καταναλωθείσης, τὸ ὑπολειπόμενον πρῶτον ὑποκείμενον ὑπὸ τοῦ Κυρίου κληρονομηθήσεται, ὂν αὐτοῦ ποίημα· οὕτω γὰρ καὶ τὰ ἔθνη πάντα κληρονομία αὐτοῦ γενήσεται, ἀποστραφέντα πᾶσαν δεισιδαιμονίαν καὶ πολύθεον πλάνην. 3.98 Πάντα τὰ εἰρημένα περὶ τῆς Τύρου ἐκλαμβανέσθω καὶ περὶ τῆς Σιδῶνος· ὡς γὰρ κακία καὶ ἀσέβεια ἡ αὐτή, καὶ μετάνοια καὶ ἐπιστροφὴ πρὸς τὸν Θεὸν ἡ αὐτή. Πολλὴν ἐγγύτητα ἡ Σιδὼν πρὸς τὴν Τύρον ἔχει κατὰ τὸ εἴδωλα θεραπεύειν. 3.99 Zach. IX, 5-8: Ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκαρών, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. Καὶ ἀπολεῖται βασιλεὺς ἀπὸ Γάζης, καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ. Καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων. Καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ καὶ Ἀκκαρὼνὡς Ἰεβουσαῖος. Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου. 3.100 Τὰ συμβάντα σκυθρωπὰ τοῖς Τυρίοις θεασαμένη ἡ Ἀσκαλὼν φόβον ἔσχεν, δεδιττομένη μή ποτε τοῖς αὐτοῖς ὑποπέσῃ, καὶ Γάζα σφόδρα ὀδύνην ἔσχεν, ἀλλὰ καὶ ἡ Ἀκκαρὼν αἰσχύνην ὑπέμεινεν, διαπεσούσης τῆς ἐλπίδος αὐτῆς. 3.101 Τί δὲ τὸ αἴτιον τοῦ σφόδρα τὴν Γάζαν ὠδυνῆσθαι, ἢ τὸ τὸν βασιλέα αὐτῆς ἀπολέσθαι, καὶ τοῦ πεφοβῆσθαι τὴν Ἀσκαλῶνα, ἢ τὸ τοὺς κατοικοῦντας αὐτὴν ἀνιαρὰ ὑπομεμενηκέναι; Παραπλησίως ἐκδέξει καὶ περὶ τῆς Ἀκκαρὼ καὶ Ἀζώτου καὶἁπαξαπλῶς τῶν ἀλλοφύλων. 3.102 Οὕτως τῶν πρὸς τὸ ῥητὸν ἐχόντων, θεωρητέον τὰ πρὸς ἀνηγμένην ἀπόδοσιν. Ἡ Ἀσκαλών, ἐσταθμισμένη τις οὖσα διὰ τὸ τίμιον καὶ εὖ τεθεμελιῶσθαι, νοῦν σκοπητικὸν ἀναλαβοῦσα, ὄψεται, οὐ τυφλώττουσα ἔτι ἐκ χειρίστης ἡδονῆς καὶ τῶν ἄλλων παθῶν, ὡς εὐλάβειαν ἀναλαβεῖν, ὡς ἀριθμηθῆναι τοῖς ταύτην τὴν ἀρετὴν κεκτημένοις, περὶ ὧν τὸ παροιμιῶδες θέσπισμα περὶ τῆς σοφίας φησὶν καὶ τοῦ πατρὸς αὐτῆς· «Ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.» Εἰς ταύτην τὴν ἐπαινετὴν κατάστασιν ἰέναι προτρέπων πάντας ἀνθρώπους ὁ ἐκκείμενος προφήτης, μᾶλλον δ' ὁ ἐν αὐτῷ λόγος, προτρέπει, φάσκων· «Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» παντοκράτορος. 3.103 Ἐπείδη δὲ μὴ μόνα σκυθρωπὰ συμβεβηκέναι τῷ Τύρῳ, ἀλλὰ καὶ τὴν ἐπὶ τὰ βελτίω ἀλλοίωσιν προαποδε´̣δωκεν ἡ ἐκκειμένη προφητεία, ταῦτα θεασαμένη ἡ Ἀσκαλὼν εὐλάβειαν τελείαν ἔσχεν τὴν παρισταμένην ἐκ τοῦ· «Φόβος Κυρίου πάντα ὑπερέβαλεν», καὶ τοῦ· «Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις τὸν Κύριον», πληρωθεῖσιν πάντων ὠφελίμων, «οὐκ ἐλαττουμένων παντὸς ἀγαθοῦ τῶν ἐκζητούντων τὸν Κύριον». 3.104 Ἑπομένως τῇ Ἀσκαλῶνι, φοβηθείσῃ ἐκ τοῦ διορατικῶς ἐπιβεβληκέναι τῇ ἐπαινετῇ ἀλλοιώσει τῆς Τύρου, καὶ ἡ Γάζα σφοδρῶς ὀδυνηθήσεται, ὡσαύτως τῷ διὰ μετάνοιαν ὀλοφυρομένῳ λέγοντι· «Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.» Πότε δὲ ὑπάρξεται ἡ ὀδυνηρὰ κατάστασις τῇ Γάζῃ, ἢ ὅταν γνοῦσα ἑαυτὴν γνῷ τὴν προσοῦσαν, τὴν σύμφυτον ἰσχὺν αὐτῆς, τὴν ἐκ θείου