1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

92

λόγου φυσικῶς αὐτῇ δεδομένην. 3.105 Τοσούτων οἰκονομηθέντων τῇ σφοδρῶς ὀδυνωμένῃ Γάζῃ, καὶ ἡ Ἀκκαρώ, στείρωσίς τις οὖσα, οὕτω γὰρ ἑρμηνεύεται, αἰσχύνην ὀφλήσει διαπετούσης τῆς ἐλπίδος αὐτῆς. Καὶ ἐπεὶ διττῶς παιδοποιΐα νοεῖται κατ' ἀναγωγήν, ἣ μέν τις γινομένη ἀπὸ τῶν δυναμένων εἰπεῖν πρὸς τὸν Θεόν· «Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκαμεν.» Ἐπαινετὴ δὲ αὕτη σπορέα ἔχουσα τὸν νυμφίον Λόγον, ψεκτῆς οὔσης τῆς ἀπὸ μοιχῶν συνισταμένης. Περὶ τῆς τοιαύτης γοῦν γονῆς λέγεται καὶ τῆς μητρὸς αὐτῆς ὑπὸ τοῦ δεσπότου τῶν ὅλων· «Τὰ τέκνα αὐτῆς οὐκ ἐλεήσω διότι τέκνα πορνείας ἐστίν· ἐπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.» 3.106 ∆ιχῶς διαιρεθείσης τῆς τέκνων διαδοχῆς, μακάριον ὑπάρχει στείρωσιν ὑπομεῖναι τὴν ὀλεθρίως τίκτουσαν ἀπὸ τῶν ἀοράτων πονηρῶν ἐραστῶν· πρὸς ἀγαθοῦ γὰρ γίνεται ἡ στέρησις αὕτη, ἀρχὴν λαμβανούσης τῆς ἐκ Θεοῦ σπορᾶς, ἐξ ἧς σωτηριωδῶν ἔσται γενημάτων γενεά, ὡς λοιπὸν τὴν εὐεργετηθεῖσαν νύμφην κατοικίζεσθαι πολύπαιδα γεγενημένην ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς περὶ οὗ ἐν Ψαλμοῖς εἴρηται οὕτως· «Τῷ κατοικίζοντι στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένην»· καὶ ἐν ἄλλῃ γραφῇ μετὰ στείρωσιν εὐπαιδία καὶ πολυπαιδία φέρεται· «Στεῖρα ἔτεκεν ἑπτά.» Περὶ ταύτης, μᾶλλον δὲ πρὸς αὐτὴν ὁ προφήτης Ἠσαΐας βοᾷ· «Ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» 3.107 Αἰνίττονται δὲ μάλιστα αἱ παραληφθεῖσαι γραφαὶ τὰς δύο κλήσεις, τήν τε ἐκ τῆς περιτομῆς καὶ τὴν ἀπὸ ἐθνῶν. Ἡ μὲν γὰρ ἄνδρα τὸν νόμον εἶχεν, ἐξ αὐτοῦ τεκνοῦσα· ἡ δὲ στεῖρα καὶ παίδων ἔρημος ἐτύγχανεν, ὅτε, ἄθεος οὖσα, ἐν τῷ κόσμῳ ἐλπίδα οὐδ' ὅλως εἶχεν, κατὰ τὰ Παύλῳ γραφέντα περὶ τῶν εἰδωλολατρῶν. Τούτων ὧδε ἐχόντων, ἐπιδημήσαντος τοῦ ἀληθινοῦ νυμφίου, ἡ μὲν στεῖρα ἐξ αὐτοῦ μήτηρ γέγονεν θείων γενημάτων, ἑπτὰ ὠνομασμένων διὰ προσοῦσαν ἀφθαρσίαν τε καὶ ἁγνείαν, ταύτας τὰς ἀρετὰς ἐχούσης τῆς μυστικῆς ἑβδομάδος, ὅμως τῆς στείρας ἑπτὰ τεκούσης, κατοικισθείσης τε ὑπὸ τοῦ ἀνδρὸς εὐφραινομένων τέκνων μητρός. 3.108 «Ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν», πολλῶν τῶν τέκνων αὐτῆς γεγενημένων οὐ τοσοῦτον ἀριθμῷ ὅσον χυδαιότητι. ∆ηλοῦται γὰρ καὶ τοῦτο ἐκ τῆς λέξεως καθὼς ἐν τῷ Εὐαγγελίῳ πολλοὶ εἶναι λέγονται οἱ τὴν εὐρύχωρον ὁδὸν ὁδεύοντες, τέλος ἔχουσαν ἀπώλειαν. Τούτῳ τῷ τρόπῳ καὶ οἱ τοῦ Ἰσραὴλ υἱοὶ ὑπὸ τοῦ τυράννου τῆς νοητῆς Αἰγύπτου ἀρχόμενοι, πολλοὶ καὶ «χυδαῖοι σφόδρα» γεγένηνται. 3.109 Τῶν οὕτω λεγομένων πολλῶν ἀφορίζων ἑαυτὸν ὁ Ἀπόστολος καὶ τοὺς τὴν αὐτὴν αὐτῷ διακονίαν πεπιστευμένους, γράφει· «Οὐκ ἐσμὲν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Κυρίου.» Ταύτῃ τῇ θεωρίᾳ συνᾴδει καὶ τὸ ἐν ὕμν̣ῳ ἀπαγγελλόμενον ὑπὸ τοῦ ψαλμῳδοῦ· «Πολλοὶ ἐροῦσιν τῇ ψυχῇ μου», καὶ ἔτι· «Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ.» 3.110 Τῆς τῶν ἐκ περιτομῆς συναγωγῆς ἀσθενησάσης διὰ τὴν χυδαιότητα τῶν τέκνων, καίπερ ἐχούσης ἄνδρα τὸν νόμον, ἡ ἀπὸ τῶν ἐθνῶν κληθεῖσα μήτηρ γέγονεν, καίπερ οὖσα στεῖρα πρότερον, τῶν σαφηνισθέντων ἑπτὰ τέκνων «ἀναγεννηθέντων οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», ὡς λοιπὸν πλῆθος εἶναι τέκνων τῆς ἐρήμου μᾶλλον ἢ τῆς συμβιούσης νόμῳ, ἀνδρὶ κατ' ἀλληγορίαν καλουμένῳ. 3.111 ∆ιαφόρων τέκνων καὶ γονῆς αὐτῶν φανείσης κατὰ τὴν θείαν παίδευσιν, πρὸς ἀγαθοῦ ἔσται στειρωθῆναι τὴν ἑτοίμως ἔχουσαν ψυχὴν πρὸς τὸ τίκτειν ἀπωλείας τέκνα, ὀλεθρίου καὶ ἐπιβλαβοῦς ὄντος τοῦ στειρωθῆναι τὴν εὐσύλληπτον ἀπὸ τῶν σπερμάτων τοῦ Θεοῦ λόγου. ∆ιὸ τὴν τοιαύτην στείρωσιν ἀπεύχεσθαι προσήκει, ἵνα ἀστείων καὶ ἀγαθῶν τέκνων ὑπαρχθῇ γενεά. 3.112 Ταῦτα τεθεώρηται εἰς τὴν ἑρμηνείαν τῆς Ἀκκαρὼ εἰς στείρωσιν μεταλαμβανομένης, στειρωθείσης αὐτῆς ὡς ἀποβαλεῖν τὴν ἐλπίδα καὶ