1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

101

κατασκαφήσεται», οὐκ ἐν κολάσει, ἀλλ' ἐν ἀπειλῇ ἔδοξεν σαλεύεσθαι καὶ μετανίστασθαι αὐτῶν, ἵνα μετανοίας τόπος δοθεὶς ἔξω τῆς ἀπειλῆς ποιήσῃ τοὺς παυσαμένους ἀφ' ὧν πρότερον ἐνήργουν. Ταύτῃ τοι καὶ ὁ Ἀδάμ, ἅμα τῷ ἀκοῦσαι τῆς φωνῆς τῆς ὑπὸ τοῦ ὄφεως ἀπατηθείσης γυναικὸς αὐτοῦ, αἴσθησιν ἔλαβεν κλόνου τοῦ νομοθέτου, ὡς εἰπεῖν· «Τὴν φωνὴν» τῶν ποδῶν «σου ἤκουσα περιπατοῦντος», πρὸ τῆς παραβάσεως παρόντος καὶ διαλεγομένου ἀντιλαμβανόμενος. 3.207 Καὶ τῶν Ἰουδαίων γοῦν οὐκ ἀφιστάμενος ὅτε γνησίως τὸν νόμον ἐφύλαττον καὶ τὸν δεδωκότα ἐθεράπευον, οὐδ' ὅλως ἀπολειπόμενος ἐν ἀπειλῇ ἐν σάλῳ πεπόρευται, φήσας περὶ αὐτῶν· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.» Σαφῶς δὲ παρίσταται ἡ ἐγκατάλειψις, λέγοντος Ἰησοῦ ἐν Εὐαγγελίῳ· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» 3.208 ∆είκνυται ὁ σκοπὸς καὶ τὸ τέλος πρὸς ἀγαθοῦ τοῖς ἐγκαταλειπομένοις ὑπῆρχθαι, ἐκ τοῦ ἐπιφέρεσθαι τῷ· «Καὶ Κύριος παντοκράτωρ πορεύσεται ἐν ἀπειλῇ σάλου αὐτοῦ», «Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.» Ὅτε γὰρ ἔδοξεν ἐν ἀπειλῇ ἀφίστασθαι, τὸ τηνικάδε ἐβοήθησεν, ὑπὲρ αὐτῶν προβαλὼν τὴν ἀκαταμάχητον ἀσπίδα αὐτοῦ, περὶ ἧς ἐν Ὕμνοις εἴρηται τῷ εὐεργετουμένῳ· «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» 3.209 Ἐπεὶ εἴρηται ἔναγχος ὡς σαλπίζων Κύριος παντοκράτωρ διατόρως καὶ μεγαλοφώνως ἄγει τὰς παρ' αὐτοῦ εὐεργεσίας, γραφικὰς περὶ τούτου μαρτυρίας συνακτέον. 3.210 Προστάττει τὸ ἅγιον Πνεῦμα τῷ κήρυκι τῆς ἀληθείας ὑψῶσαι τὴν φωνὴν ἑαυτοῦ ὡς σάλπιγγα, ὅπως ἡ διδασκαλία ἣν προφέρει εἰς πόλεμον διεγείρῃ τοὺς Θεῷ στρατευομένους πρὸς τοὺς ἀντιπαρατεταγμένους πολεμικῶς, ἀλλὰ καὶ πρὸς τὸ συγκαλεῖν εἰς τὰς ἑορτασίμους πανηγύρεις. 3.211 Κεῖται δὲ τὰ περὶ τούτων ἐν τοῖς θεοπνεύστοις λογίοις, ποτὲ μὲν μετ' αἰνιγμοῦ, ποτὲ δὲ ἱστορικῇ διηγήσει. 3.212 Ὑπὲρ δὲ τοῦ δειχθῆναι ὡς τὸ σαλπίζειν σημαίνει φανέρωσιν, αὔταρκες τὸ ὑπὸ Ἰησοῦ λεχθὲν τοῖς ἐμπομπεύειν ἐθέλουσιν τῇ εἰς τοὺς πέλας εὐποιΐᾳ· «Σύ, φησίν, ποιῶν ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου.» Μάλιστα γὰρ ταύτην τὴν ἀρετὴν κεκρυμμένως βούλεται πράττεσθαι, διὰ τὸ παραφύεσθαι φιλοδοξίαν καὶ τὸ φιλέπαινον φανερῶς αὐτῆς τελουμένης, ἀλλὰ καὶ παραβαίνεται ἐντολὴ ἡ διαγορεύουσα· «Ὃ μισεῖς, ἑτέρῳ σου μὴ ποίει.» Τὸ γὰρ ἐμπομπεύειν τῇ τῶν δεομένων, ἵν' οὕτω φράσω, δυστυχίᾳ, οὐ φίλον τῷ εὐεργετουμένῳ, ᾧ ἕπεται καὶ αὐτὸν τὸν μεταδιδόντα πράττειν ὃ μὴ βούλεται παθεῖν. 3.213 Ὅταν τοίνυν Κύριος ὁ παντοκράτωρ φωτίζῃ τοὺς πρὸς αὐτοῦ ὠφελουμένους, φανερῶν ἃ χαρίζεται, ἐν σάλπιγγι σαλπίζει, ὑπερασπίζων τῶν εὖ διατεθέντων, ὥστ' αὐτοὺς ἀνεπιβουλεύτους καὶ ἀβλήτους διαμεῖναι, κυκλῶν αὐτοὺς τῇ ἀκαταμαχήτῳ ἀσπίδι ἐνδυσαμένους πᾶσαν τὴν πανοπλίαν τοῦ ἄρχοντος καὶ βασιλεύοντος αὐτῶν. 3.214 Εἴη δὲ καὶ ἡμᾶς «τοῦ φωτὸς ἐνδύσασθαι τὰ ὅπλα» καὶ «τῆς πίστεως ἀναλαβεῖν τὸν θυρεόν», ὡς μετὰ παρρησίας φάναι· «Βοηθὸς καὶ ὑπερασπιστής μου εἶ· ὁ Θεός μου, μὴ χρονίσῃς.» 3.215 Zach. IX, 15-16: Καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται τὸ αἷμα αὐτῶν ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. Καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. 3.216 Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, ἐπεγείραντός τε ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων τοὺς τῆς Σιὼν υἱούς, νίκη αὐτῶν ἔσται, καταναλισκομένων τῶν ἑλληνικῶν γενημάτων πρὸς τῶν ἐπεγερθέντων ἐπ' αὐτοὺς, οἷα σφενδονιστῶν ἀρίστων εὐθυβόλως βαλλόντων τοὺς λίθους, ὡς καταχωσθῆναι τοὺς λιθολεγομένους, πινομένου τ̣οῦ αἵματος αὐτῶν πάνυ προθύμως ὑπὸ τῶν σφενδονιζόντων πληρούντων τε ὡς φιάλας θυσιαστήρια. 3.217 Ὅταν πάθωσιν οἱ τῶν Ἑλλήνων υἱοὶ τὰ ἐκκείμενα, τό τε καταχωσθῆναι ἐν λίθοις καὶ ἐκποθῆναι τὸ