1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

104

λαβὼν ὁ Θεὸς τῶν οὕτω ὑπαχθ̣έντων ὑπέβαλε τῷ προφήτῃ φάναι· «Αἰτεῖσθε ὑετὸν» κα̣ι̣ρ̣ι´̣ως ἐν καταλλήλῳ ὥρᾳ «παρὰ τοῦ ἀνάγοντος νεφέλας ἐξ ἐσχάτου τῆς γῆς καὶ ποιοῦντος εἰς ὑετὸν ἀστραπάς», κατὰ τὰ ἐν Ἰερεμίᾳ προφητικῶς ἀπαγγελλόμενα. 3.242 Θάρσος ἐμποιῶν ὁ λόγος οἷς προτρέπει δια······ αἰτεῖσθαι ὑετὸν καθ' ὥραν αὐτοῦ, ἐπήγαγεν· «Κύριος ἐποίησεν φαντασίαν καὶ ὑετὸν χειμερινόν»· καὶ οὐχ ἅπαξ γε ···· πολλάκις ἄνωθεν, εἰ μή που ἀσέβεια κρατήσασα τῶν Ἑβραίων εἰς τοσοῦτον διέθηκεν ὡς ἀναξίους παρασκευάσαι αὐτοὺς θεοπέμπτων δωρεῶν. 3.243 Ἐπεὶ τοίνυν ἀεὶ Θεὸς ποτίζει τὴν γῆν τῶν ἀνθρώπων ἕνεκα, αὐτὸν ἐξευμενίζεσθαι προσήκει ἀβροχίας γινομένης, καὶ οὐ ψευδομάντεσιν προσέχειν, τῆς προγνω·························· μοχθηρὰν καὶ κόπους ἐν ·························· κὴν προαναφώνησιν ω̣······························ κόπους λαλεῖν τοὺς ἀπ····························· ας καὶ ἐνύπνια διασφαλ···························· τοὺς ἀπατωμένους, ου······························ τωντος. 3.244 Τοῦτο ἐκρατη························· ὡς ἤδη ἐλέχθη ἐπὶ Ἠλίᾳ τ̣························· Θεοῦ χρηματίσαντος, κλ···························· μονευθέντα χρόνον, εω······························ τότε γὰρ τότε ὑετὸς γέγονεν ························ ψεν ὡς τὸν Ἰάκωβον γράφειν ························ προσεφώνησεν ἐπιστολῇ, λέγων· «Ἠλίας ἄνθρωπος ὁμοιοπαθὴς ἡμῖν τυγχάνων προσηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν τρία ἔτη καὶ μῆνας ἕξ», ἀβροχίας ἐπιγενομένης, οἷς ἐπηγίοχεν· «Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» 3.245 Ἐκ τῶν οὕτω πραττομένων ἀεὶ ερ············ι̣ας πρὸς Θεὸν καταφεύγειν δεῖ θεηλάτων συν̣········ κατασκηπτουσῶν, καὶ μὴ προσέχειν δαίμοσι κ··········τιαν ἐπιψευδομένων ὧν ἔλεγχος γέγονεν το̣······· Θεὸν ἐξευμενισαμένου, ἃ σαφῶς εἴσεται ὁ σὺν πο·········νων ταῖς βασιλικαῖς ἱστορίαις. 3.246 Αὐτάρκως ··ὡς νομίζω, πρὸς ῥητὸν εἰρημένης τῆς Ζαχαρίου λέξεως, ἐπιστατέον καὶ τῇ ἀναγωγῇ. 3.247 Ὑετὸς πνευματικὸς ἡ θεόσδοτος διδασκαλία εἴρηται ἐν τῷ γεγραμμένῳ οὕτ̣ως· «Αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην», αἷς ἐντολὴ δίδοται μὴ διδόναι ὑετὸν ὅτε ······················ κατ' ἀλληγορίαν ὄντος ἀμπελῶνος ·························α̣ καρποφορεῖν ὑπὸ ἀγγε······························η τῶν νεφελῶν τυγχα·····························σαι διὰ τὸ ἀκάνθας καὶ τριβόλους ···················λων δίκην οἱ μακάριοι ἄνδρες ···························ι̣δευσιν ἀκουστέον τοῦ 3.248 ······················ς· «Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, καὶ ὡς ὄμβρος ἐπ' ἄγρωστιν» ········· καὶ ἕκαστος τῶν Θεοῦ κα······························η τὸν πνευματικὸν ὄμβρον ···················μιαν οἱ τεθέντες ἐν τῇ Ἐκκλησίᾳ ἀπόστολοι καὶ προφῆται, διδάσκαλοί τε καὶ εὐαγγελισταί. ························· κατὰ τὴν παλαιὰν διαθήκην ······················ εὐαγγελικὰ καὶ ἀποστολικὰ μαθήματα. Ὄψιμος ·········αιος ἐστιν περὶ οὗ αἴτησιν Θεῷ προσάγειν δεῖ, ἵνα δ̣·········χθῃ τῷ καὶ τὸν πρόϊμον δεδωκότι, ἵν' ἕκαστο············ον καρποφορήσῃ Θεοῦ δεδωκότος βοτάνην ···········ς ἀναγομένων. 3.249 Ὁ ἐν Χριστῷ Ἀπόστολος καὶ αὐτὸς κατ' ἀναγωγὴν ὢν νεφέλη Ἑβραίοις γράφει· Γῆ, φησίν, ·········· πολλάκις ἐπ' αὐτὴν ἐρχόμενον ὑετὸν βοτάνην ·········ως ἡ ἀποστολικὴ φωνή· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις γενόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.» Ὅπως μὴ ταῦτα πρὸς ἱστορίαν αὐτὸν γεγραφέναι νομίσῃ τις, ἁρμονίως ἐπενήνοχεν· «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας», καρποφορησάντων δηλονότι ἐκ τοῦ πεπωκέναι πρόϊμον καὶ ὄψιμον ὑετόν, οὐ τέλειον καρπὸν φερόν̣των τῶν θάτερον μόνον δεξαμένων. 3.250 Οἱ ἐκ περιτομῆς τὸν μόνον τὸν πρόϊμον δεξάμενοι οὐ προσήκαντο τὸ εὐαγγέλιον, οὐ πιστεύσαντες τῷ Σωτῆρι· ὡς αὖ οἱ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἑτερόδοξοι, τοῦ ὀψίμου μόνου μετεσχηκότες, οὐδαμῶς ἀπολαύσαντες τοῦ προΐμου, ἀτελεῖς αὐτοὶ καὶ