1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

110

τὴν ἐλευθερίαν ἀποκατάστασις. Εἷς τις γοῦν τῶν ἁγίων πρὸς τὸν εὐεργετήσαντα κέκραγεν· «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με»· καὶ ἔτι· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας.» 3.285 Φανεροῖ τη`̣ν ἀποστροφὴν τῶν ῥυσθέντων ἀπὸ τῆς πρότερον κακοπραγίας̣ ὁ κορυφαῖος τῶν Χριστοῦ μαθητῶν Πέτρος, γράφων τοῖς πιστοῖς· «Οὐ φθαρτοῖς χρυσίῳ ἢ ἀργυρίῳ ἐλυθρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλ' ἐν αἵματι τιμίῳ ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» 3.286 Λυτρωσάμενος ὁ τοῦτ' ἐπαγγειλάμενος Σωτὴρ ἀναγκαίως ἐπιφέρει τό· «Πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί», οὐ τοσοῦτον πλήθει καὶ ἀριθμῷ ὅσον τῇ κατὰ τιμὴν ὑπεροχῇ, παραπλησίως τῇ πρὸς τὸν Ἀβραὰμ εὐλογίᾳ λεχθείσῃ ὑπὸ τοῦ Θεοῦ· «Αὐξανῶ αὐτόν, καὶ πληθυνῶ αὐτόν, καὶ εὐλογήσω αὐτόν, καὶ εὐλογημένος ἔσται, πατὴρ πολλῶν ἐθνῶν δωρεᾷ Θεοῦ ἀναδεικνύμενος.» Γίνεται δὲ πατὴρ πολλῶν ἐθνῶν οὐ κατὰ σάρκα μόνον, ἀλλὰ κατὰ τὸ νοητόν, δηλονότι τέκνων καὶ υἱῶν αὐτοῦ ἐκ τοῦ ποιεῖν αὐτοῦ τὰ ἔργα καὶ τὴν πίστιν ἔχειν. 3.287 Αὐτὸς γοῦν ὁ Σωτὴρ τοῖς αὐχοῦσι κατὰ σάρκα τὸν Ἀβραὰμ ἔχειν πατέρα ἐρρωμενέστατα ἐλέγχων ἔφη· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.» Ταύτῃ τῇ νοήσει, «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἀπόστολος Παῦλος ἐπιστέλλει τῇ Ἐκκλησίᾳ, σαφηνίζων πῶς πατὴρ τῶν ἐθνῶν ὁ ἱερὸς πατριάρχης ὑπάρχει φάσκων· «Ὅσοι ἐκ πίστεώς εἰσιν υἱοὶ Ἀβραάμ εἰσιν, σὺν αὐτῷ εὐλογούμενοι.» Τὴν αὐτὴν θεωρίαν ὑποβάλλει τὸ προφητικὸν ἐκεῖνο τὸ ἐν Ἠσαΐᾳ φερόμενον· «Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.» 3.288 Ἐπὶ αἰσθητῶν ταῦτα λαμβανόμενα γέλωτα κινεῖ, πολλῶν ἁγιωτάτων οὐδ' ὅλως τεκνούν̣των· Ἠλίας γοῦν καὶ Ἐλισαῖε καὶ ὁ βαπτιστὴς Ἰωάννης, οὗ μείζων οὐδεὶς κατὰ πρᾶξιν ἐπαινετὴν καὶ γνῶσιν ἁγίαν, οὐδαμῶς ἐτέκνωσαν, ὥστε πνευματικῶς ἐκλαμβάνειν προσήκει τὸ πληθύνεσθαι τοὺς ἔχοντας τὰς τοιαύτας ἐπαγγελίας «καθότι ἦσαν πολλοί». Οὐ γὰρ ἐνταῦθα ἤρξαντο οἱ δίκαιοι πληθύνεσθαι καὶ γίνεσθαι πολλοὶ κατὰ τὴν ἀποδοθεῖσαν νόησιν· ἦσαν γὰρ πολλοὶ καὶ πρὸ τῆς π̣αρούσης ζωῆς. 3.289 Τούτους τοὺς ὄντας πολλοὺς οἷα σπέρματα ἔσπειρεν ἐν τοῖς λαοῖς ἵνα μεταλάβωσιν αὐτῶν τῆς ἀρετῆς. Ὅνπερ γὰρ τρόπον τὰ εἰς γῆν βαλλόμενα σπέρματα μεταποιεῖ τὴν παρακειμένην χθόνα ὡς γενήματα καὶ καρπὸν γενέσθαι, οὕτως οἱ ε᾿̣πισπειρόμενοι τοῖς λαοῖς καὶ τοῖς ἔθνεσιν, εἰς τὴν ἰδίαν ποιότητα φέρουσιν τοὺς οἷς ἐπεσπάρησαν, μιμητὰς τῆς ἀρετῆς αὐτῶν ἐσομένους. 3.290 Οὐχ ἁμαρτήσοι δέ τις λέγων ἐσπάρθαι ὑπὸ Ἰησοῦ τοὺς ἀκούσαντας· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη»· καὶ ἔτι πρὸς τοὺς αὐτοὺς ἐν τῷ κατὰ Ἰωάννην· «∆ιὰ τοῦτο ἔθηκα ὑμᾶς», τοῦτ' ἔστιν ὡρισάμην καὶ ἀπέδειξα, «ἵνα ὑπάγητε καὶ πλείονα καρπὸν φέρητε», καὶ ὁ καρπὸς ὑμῶν δεδοξασμένος ἔσται. 3.291 Ἡγοῦμαι κατὰ τὸν τρόπον τοῦτον συναιχμαλωτίζεσθαι τοὺς ἁγίους τοῖς λαοῖς καὶ εἰς αὐτὴν τὴν Βαβυλῶνα καὶ Ἀσσυρίαν, ἵνα μετα̣δόντες τῆς ἑαυτῶν ἀρετῆς δίκην σωτηριωδῶν σπερμάτων στάχυς καὶ γενήματα αὐτοὺς ἀποδείξωσιν. Τούτῳ ἁρμονίως ἕψεται μνησθῆναι τοῦ Κυρίου τοὺς μακρυνθέντας αὐτοῦ διὰ ἁμαρτήματα καὶ ἀσεβείας. 3.292 Μάλιστα αἱ ἐπαγγελίαι αὗται ἁρμόζουσιν τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν. Εἴρηται γοῦν περὶ αὐτῶν ἐν εἰκοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Πῶς γὰρ οὐκ ἄρχει καὶ δεσπόζει τῶν μνησθέντων αὐτοῦ ἐπιστρεψάντων πρὸς αὐτόν, ὡς προσκυνεῖν καὶ δοξολογεῖν τὸν κρατοῦντα εὐεργέτην; 3.293 Τί δ' ἕψεται τοῖς μνησθεῖσιν τοῦ παμβασιλέως, ἢ τὸ ἐν ἀναπολήσει γενέσθαι «τῆς πόλεως τοῦ ζῶντος Θεοῦ», τυγχανούσης ἐπουρανίου, κατὰ τὸ λεχθέν· «Οἱ μακρὰν μνήσθητε τοῦ Κυρίου,