1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

116

μετέχειν.» 4.15 Μυρίων ··· ἄλλων τοιούτων εὑρισκομένων τῷ προσέχοντι τῇ ἀναγνώσει τῆς θεοπνεύστου γραφῆς, ὑπὲρ τοῦ μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῆναι τὸν λόγον, ἐλευστέον ἐπὶ τὸ προκείμενον περὶ τοῦ Λιβάνου καὶ τῶν ξύλων αὐτοῦ, ἔχον οὕτως.

4.16 Zach. XΙ, 1-2: ∆ιάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ

τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. 4.17 Τὸ ὄνομα τὸ Λίβανος πρὸς ἀλληγορίαν ὁτὲ μὲν τὴν εἰδωλολατρείαν, ὁτὲ δὲ τὴν ὑπεροψίαν καὶ ὑπερηφανίαν σημαίνει. Ἐν γὰρ τῷ Ἄισματι τῶν Ἀισμάτων τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίανκαλῶν ὁ νυμφίος αὐτῆς Χριστός· «∆εῦρο ἀπὸ Λιβάνου, νύμφη, φησίν, ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.» ∆εξαμένη γὰρ τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἔρχεται πρὸς τὸν προσκαλούμενον ἀπὸ πρακτικῆς κακίας εἰς ἠθικὴν ἀρετὴν καὶ ἐξ ἀγνοίας καὶ ἀπιστίας ἐπὶ θείαν γνῶσιν καὶ πίστιν ὑπερβάλλουσαν διὰ τελειότητα. 4.18 Ὥσπερ δὲ ἡ ῥηθεῖσα λέξις Λίβανον λέγει τὴν εἰδώλων καὶ δαιμόνων ἀσεβεστάτην θεραπείαν, οὕτως τὴν ὑπερηφανίαν παρίστησιν ἐν τῷ· «Μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χελμέλ», τοῦτ' ἔστιν ὁ ὑπερόπτης καὶ αὐθάδης α᾿̣χθήσεται εἰς τὴν ἐπίγνωσιν τῆς περιτομῆς τὴν πνεύματι καρδίας προσαγομένην· τὸ γὰρ Χελμὲλ ἑρμηνεύεται ἐπίγνωσις περιτομῆς. 4.19 Ὁ ταύτην τὴν ἐπίγνωσιν ἔχων ἀτυφίαν κατορ̣θ̣οῖ, μαθὼν ὑπὸ Ἰησοῦ ταπεινὸς εἶναι τῇ καρδίᾳ καὶ τῷ πνεύματι. 4.20 Τῷ διττῷ τούτῳ Λιβάνῳ προσφωνεῖ ὁ πνευματόφορος προφήτης, μᾶλλον δὲ ὁ Κύριος δι' αὐτοῦ, διανοῖξαι τὰς θύρας αὐτοῦ, ἵνα καταβρωθῶσιν ὑπὸ πυρὸς αἱ εἴσω τῶν θυρῶν αὐτοῦ κέδροι· αὗται δ' εἰσὶν δαίμονες ἀλιτήριοι καὶ ἄνθρωποι ὑπερόπται, συντριβόμεναι ὑπὸ τῆς τοῦ Κυρίου φωνῆς, κατὰ τὰ ἐν εἰκοστῷ καὶ ὀγδόῳ Ψαλμῷ ᾀδόμ̣ε̣ν̣α̣ τῷδε τῷ τρόπῳ· «Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.» 4.21 Κατὰ τῶν τ̣ο̣υ´̣των φυτῶν ἀγρίων ὄντων καὶ καρπὸν ἐδώδιμον οὐ φερ̣ο´̣ν̣των ἐν Ἠσαΐᾳ γρ̣α´̣φεται πρὸς ἑτέρ̣οις ο̣ὑ´̣τ̣ως· «Ἡμέρα Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστ̣ὴν̣ καὶ ὑπερήφανον καὶ ὑψηλὸν καὶ μετέωρον», κ̣α̣ὶ μετ̣' ο᾿̣λ̣ι´̣γ̣α̣· «καὶ ἐπὶ πᾶσαν κε´̣δ̣ρ̣ον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν.» Τ̣α̣υ῀̣τ̣α̣ τ̣α`̣ οὕτως ἄγρια ξύλα πεφύτευται ἐπὶ τὴν εἰδωλολατρείαν καὶ ὑπεροψίαν, συντριβόμενα καὶ πυρὶ ἀναλισκόμενα σὺν τοῖς συναγορεύουσιν σοφιστικῶς περὶ αὐτῶν, κατὰ τὸ λεχθὲν ἐν τῷ αὐτῷ Ἠσαΐᾳ· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» 4.22 Πίπτ̣ει γὰρ ἡ εἰδωλολατρεία σὺν τοῖς συναγορεύουσιν αὐτῇ δαίμοσι καὶ ἀνθρώποις σοφισταῖς· ὡσαύτως καὶ οἱ ὑπερόπται ἄνθρωποι σὺν τῇ ἀλαζονείᾳ πεσοῦνται ὅταν τοῖς ὑπερηφάνοις ἀντιτάττηται Θεός, κατὰ τὸ φερόμενον ἐν τῇ τῶν θείων Παροιμιῶν γραφῇ οὕτως· «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάττεται.» 4.23 Περὶ τῶν οὕτως ὑψαυχενούντων, οἱ ἀτυφίαν κατορθοῦντες τῷ Θεῷ ἀναπέμπουσιν εὐχήν, οὕτως ἀναφθεγγόμενοι· «Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος», καὶ μεθ' ἕτερα ἐν τῷ αὐτῷ Ψαλμῷ· «Ἡ ὑπερηφανία τῶν μισούντων σε διὰ παντὸς̣ α᾿̣ν̣ε´̣βη πρὸς σέ.» 4.24 Πρὸς τὸν διττῶς ἀποδοθέντα Λίβανον προστάττει ὁ θεῖος λόγος διανοῖξαι τὰς θύρας αὐτοῦ. ∆ιανοιχθείσης γὰρ καὶ ἐξαπλωθείσης τῆς ὑπερηφανίας καὶ εἰδωλολατρείας, τὸ τῆς κολάσεως πῦρ ἀναλώσει κέδρους, τούς τε ὑψαύχενας ἀνθρώπους καὶ ὑπερόπτας δαίμονας, οὐχ ἑτέρους ὄντας «τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος», ἀνθρωπίνας καί, ὡς ἡ γραφή φησιν, «σαρκίνας σοφίας», παιδευούσας «ὑψώματα ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». 4.25 Καταβρωθεισῶν ὑπὸ πυρὸς τῶν κέδρων, ὀλολύζουσιν αἱ πίτυες, πεσουσῶν τῶν ἰσχυροτέρων, κέδρων καλουμένων. Καὶ τάχα μὲν αἱ ἄσαρκοι πονηραὶ δυνάμεις