1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

122

ἀπαγγέλλει τὰ περὶ δύο ῥάβδων ὧν εἴληφεν ἑαυτῷ. 4.73 Οὐχ ἕτερον δ' ἔτι σημαίνεται ἐν τοῖς προκειμένοις ἐκ τῶν ῥάβδων ἢ σκῆπτρα ἀρχῆς, μᾶλλον δὲ βασιλείας, σύμβολα ὄντα. 4.74 Ἐπεὶ τοίνυν πᾶν τὸ τῶν ἀνθρώπων γένος διῄρηται εἰς τὸν ἐκ περιτομῆς λαὸν καὶ εἰς τὴν κληθεῖσαν ἀπὸ ἐθνῶν Ἐκκλησίαν, ὁ ἰουδαίων καὶ ἐθνῶν Θεός, σωτὴρ ἅμα καὶ βασιλεὺς αὐτῶν ὑπάρχων, ἔλαβεν ἑαυτῷ τὰ δύο σκῆπτρα, ἵνα ἐξ ἀμφοτέρων μίαν βασιλείαν ἀπεργάσηται. 4.75 Νοηθήσεται δὲ ἐξ εὐαγγελικοῦ ῥητοῦ ἡ προφητεία· ὡς γὰρ μία βασιλεία ὑπὸ βασιλέα ἕνα ἐξ ἐθνῶν καὶ ἰουδαίων πιστευσάντων ἀνεδείχθη, οὕτω καὶ ποίμνη μία ὑπὸ ἕνα ποιμένα τὸν ἀληθινὸν τὸν τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων τεθεικότα. Ἔχει δ' οὕτως ἡ εὐαγγελικὴ φωνὴ ὑπὸ τοῦ Σωτῆρος ἀπαγγελλομένη· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ συναγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν, ἵνα γένωνται μία ποίμνη καὶ ποιμὴν εἷς», ἕτερα λέγων εἶναι πρόβατα οὐκ ἀπὸ τῆς ἰουδαϊκῆς αὐλῆς ἀλλὰ τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας τῷ εὐαγγελίῳ. 4.76 Ταὐτὸν δὲ τὸ τὰς δύο ἀγέλας ὑπὸ ἕνα ποιμένα γενέσθαι, τῷ τὰ δύο σκῆπτρα ὑπὸ τὸν αὐτὸν βασιλέα ἐλθεῖν. Πότε δὲ τοῦτο πληρωθήσεται ἢ ὅταν ἐκβάσεως τύχῃ τό· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ»; 4.77 Ῥηθείη καὶ ἑτέρως τό· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης», αὐλῆς καλουμένης τῶν προβάτων τοῦ περὶ γῆν κόσμου ἐν ᾧ ἀκμὴν διατρίβουσιν οἱ τὸ σῶμα φοροῦντες, ἀπαλλαγεισῶν τούτου ψυχῶν ἐν τῷ καταχθονίῳ τόπῳ τέως διατριβουσῶν, ἅσπερ συνάγει ὁ ἀγαθὸς νομεὺς, γενάμενος πρὸς αὐτὰς ὃτε «τέθνηκεν ὑπὲρ πάντων» «ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ». Εἰ δὲ εἷς κυριεύει νεκρῶν καὶ ζώντων βασιλικῷ κράτει καὶ ποιμαντικῇ ἐπιστήμῃ, αἱ δύο ποῖμναι καὶ βασιλεῖαι μία ἀνεδείχθησαν. 4.78 Τί δ' ὑπάρξεται τούτου κατορθωθέντος ἢ ἡ πολυαρχία οἰχήσεται, ἐξάραντος τοῦ ἀληθινοῦ νομέως τοὺς κακῶς ἄρχοντας τρεῖς ποιμένας ἐν ἑνὶ μηνί, τοῦτ' ἔστιν ἅμα καὶ ἐν περιόδῳ μιᾷ. 4.79 Τίνες δ' οἱ ἐξαιρόμενοι τρεῖς ἀγελάρχαι θεωρητέον. 4.80 Τὸ ἱερατικὸν τῶν Ἰουδαίων τάγμα καὶ οἱ λεγόμενοι παρ' αὐτοῖς ἄδικοι προφῆται καὶ οἱ βασιλεύσαντες ἀπὸ τοῦ Ἰεροβοάν. Πάντες γὰρ οὗτοι βλάβης αἴτιοι ἐτύγχανον τῶν ἀρχομένων. Εἴρηται γοῦν ἐν Ὠσῆε· «Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, ἀνομίαν ἐποίησαν ἐν τῷ Ἰσραήλ», καὶ ἔτι ἐν τῷ αὐτῷ προφήτῃ· «Κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ παρεξεστηκὼς προφήτης.» 4.81 Ἔστιν εὑρεῖν καὶ περὶ τῆς παρανόμου βασιλείας τῆς σχισάσης τὸν Θεοῦ λαὸν γεγραμμένα πολλά, ὧν ἐστιν καὶ τὸ οὕτως ἔχον· «Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον.» 4.82 Κατὰ τῶν οὕτω φαύλως ἡγησαμένων καὶ ὁ ἅγιος Ἰερεμίας βοᾷ ἐλεγκτικώτατα ἐκ προσώπου τοῦ παμβασιλέως Θεοῦ· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἐπροφήτευον ἄδικα, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύοντο.» 4.83 Ἐπίστησον εἰ τοὺς ποιμένας ἀσεβοῦντας εἰς αὐτὸν λέγει τοὺς βασιλέας τοῦ Ἰσραὴλ ἄλλους παρὰ τοὺς ἱερέας καὶ προφήτας τυγχάνοντας. 4.84 Οὐκ ἀπογνωστέον δὲ καὶ τοὺς ψευδοδιδασκάλους ποιμένας ἀσεβοῦντας εἰς Θεὸν φάναι. Οἱ οὕτω ἐκληφθέντες ποιμένες τρεῖς ἐξαίρονται ἐν μηνὶ ἑνὶ ὑπὸ «τοῦ ἀλη̣θῶς ἀρχιερέως μεγάλου Ἰησοῦ διεληλυθότος τοὺς οὐρανούς», ἀληθινοῦ ὄντος προφήτου, περὶ οὗ θεία προαναφώνησις εἴρηται· «Προφήτην ὑμῖν ἀναστήσει ἐκ τῶν ἀδελφῶν ὑμῶν Κύριος ὁ Θεός.» 4.85 Πρὸς τῷ ἀρχιερεὺς καὶ προφήτης ὑπάρχειν, καὶ βασιλεύς ἐστιν, ὡς τὸν Πατέρα περὶ αὐτοῦ φάναι· «Ἤγειρα αὐτὸν βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.»