1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

124

Αὐτίκα γοῦν ὁ Κύριος Ἰησοῦς λέγει· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν καὶ ἀκολουθοῦσίν μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα», ὡς ἕκαστον τῶν συμπληρούντων τὴν θείαν ἀγέλην βοᾶν περὶ τοῦ ἀγελάρχου· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.» 4.100 Οὕτως ἐπιστατουμένων τῶν λογικῶν θρεμμάτων παρ' ἰδίαν ῥᾳθυμίαν αὐτῶν ἐγκαταλειφθέντων ὑπὸ τοῦ λέγοντος· «Οὐ ποιμανῶ ὑμᾶς», πᾶν τοὐναντίον ὑπῆρκται τοῖς ποιμνίοις, ὡς λοιπὸν τὸ ἀποθνῇσκον ἀποθνῄσκειν, μακρυνθὲν τοῦ λέγοντος ποιμένος περὶ τῶν αὐτοῦ προβάτων· «Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν, τιθέντος μου τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων.» 4.101 Πρὸς τῷ ἀποθνῇσκον ἀποθνῄσκειν, καὶ τὸ ἐκλιμπάνον ἐκλείψει ἐρημωθὲν προστασίας, ὡς ἕκαστον τῶν ἀποσφαλέντων τῆς καταλλήλου νομῆς τοῦ πλησίον τὰς σάρκας κατεσθίειν, εἰς ἀγριότητα μεταβαλόντων. Ταύτῃ τῇ ὠμότητι ὑποπεσούσης τῆς Γαλατῶν Ἐκκλησίας, πρὸς αὐτὴν εἰκότως γράφεται ὑπὸ τοῦ ἀποστόλου Παύλου· «Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Περὶ οὕτως ἐκθηριωθέντων κατ' αὐτοῦ ὁ ὑμνῳδὸς ψάλλει· «Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.» 4.102 Πλὴν εἰ κἀκεῖνοι οὕτω διετέθησαν, ἀβλαβὴς διαμείνας λέγει· «Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.» Καὶ ὁ προφήτης δὲ Ἰερεμίας περὶ τῶν θηρῶν δίκην κατὰ τῶν σπουδαίων βλάβην ἐπιχειρούντων λέγει· «Ἅγιος Ἰσραήλ, τῷ Κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ κατεσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ' αὐτούς, φησὶν Κύριος.» 4.103 Εὖ δὲ καὶ τὸ εἰρῆσθαι κατεσθίειν ἕκαστον τὰς σάρκας καὶ οὐ τὴν ψυχὴν ἢ τὸν νοῦν τῶν πλησίον. 4.104 Ὁ ταύτης τῆς ὠμότητος ῥυσθεὶς εὐχαριστητικῶς περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων βοᾷ· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» 4.105 Zach. XΙ, 10-11: Καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι, τὰ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστίν. 4.106 Τοῦ ἐκ περιτομῆς λαοῦ ἐγκαταλειφθέντος ὑπὸ τοῦ ποιμένος διὰ τὸ ἠσεβηκέναι εἰς αὐτόν, ἀπήντησε τὰ ἐκκείμενα ἀνιαρά, ὡς ἀποθνῄσκειν τὸ ἀποθνῇσκον καὶ ἐκλιμπάνειν τὸ ἐκλιμπάνον καὶ τὰ κατάλοιπα ἐστρᾶφθαι, ὡς ἕκαστον ἐσθίειν τὰς σάρκας τοῦ πλησίον. 4.107 Κλῆσις γίνεται τῆς ἀπὸ τῶν πιστευσάντων τῷ Χριστῷ ἐθνῶν Ἐκκλησίας ἣν καὶ ῥάβδον ἐπαινετὴν ὠνόμασεν, τοῦτ' ἔστι βασιλείαν, εἰπών· «Καὶ λήμψομαι τὴν ῥάβδον τὴν καλήν.» Ὑπῆρκται δὲ τοῦτο τοῦ Πατρὸς εἰρηκότος τῷ Υἱῷ· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» 4.108 Τοῦ βασιλικοῦ σκήπτρου ἀπορριφέντος ὑπὸ τοῦ λαβόντος κληρονομίαν πάντα τὰ ἔθνη, ἡ πρὸς πάντας τοὺς λαοὺς διεσκεδάσθη διαθήκη περὶ ἧς εἴρηται ἐν ∆ευτερονομίῳ ἐν ᾠδῇ μεγάλῃ τῷδε τῷ τρόπῳ· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Ταύτης τῆς διαθήκης διασκεδασθείσης ὑπὸ Χριστοῦ, οὐκέτι ἐπιστατούντων τῶν ἀγγέλων τῶν ἐθνῶν, κληρονομία καὶ μερὶς γεγένηνται τὰ ἔθνη πάντα τοῦ ἀπορρίψαντος τὴν καλὴν ῥάβδον ἐπὶ καταλύσει τῆς πρὸς πάντας τοὺς λαοὺς διαθήκης. 4.109 Κατώρθωται δὲ ἡ ἀριστεία αὕτη ἐν τῇ ἡμέρᾳ τῇ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης κατασκευασθείσῃ, ἣν ἀγαλλιασάμενος ἰδεῖν ὁ πατὴρ τῶν πιστευσάντων πάντων ἐθνῶν Ἀβραὰμ ἐχάρη, εὐλογηθέντων ἐν τῷ σπέρματι αὐτοῦ πάντων τῶν συμπληρούντων τὰ ἔθνη ἀνθρώπων σχόντων τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λελογισμένην. 4.110 Περὶ