1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

126

δόκῃ περὶ μεγάλων τῶν καλουμένων «ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ», ἀπαγγέλλειν, ὡς ὄστρακον ἡγητέον αὐτὸν εἶναι· οἷός ἐστιν ὃν προφέρονται «οἱ τὰ ἐπίγεια φρονοῦντες», οὓς «ἐκ τῆς γῆς φωνοῦντας» εἶπεν Ἠσαίας. 4.120 Οὔσης τοιγαροῦν διαφορᾶς λογικῶν ἀργυρίων, στησάντων τῶν ἐκ περιτομῆς μισθὸν τῷ ὑπὲρ αὐτῶν καμόντι τριάκοντα ἀργυροῦς, ὁ Πατήρ φησιν τῷ τοὺς τριάκοντα ἀργυροῦς μισθὸν λαβόντι· «Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν» τὸ δοθὲν ἀργύριον «ὃν τρόπον ἐδοκιμάσθην» ἐγὼ «ὑπὲρ αὐτῶν». Οὕτω γὰρ φανερωθήσεται εἰ ἐπαξίως παρέσχον τὸν μισθὸν οὗ ἀνεδεξάμην καμάτου ὑπὲρ αὐτῶν, «θεὶς τὴν ψυχήν μου καὶ δοὺς αὐτὴν λύτρον ἀντὶ πολλῶν». 4.121 Ταῦτα τοῦ Πατρὸς εἰρηκότος, λέγω δὴ τό· Κάθες τοὺς τριάκοντα ἀργυροῦς εἰς τὸ χωνευτήριον, ὁ «ὑπήκοος μέχρι θανάτου γενάμενος» ἀμελλητὶ τὸ προσταχθὲν ἀνύσας· Ἔλαβον, φησίν, τοὺς ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. Τούτου πληρωθέντος, ἐγνώσθη τῶν φαρισαίων καὶ τῶν ἄλλων ἐκ περιτομῆς ὁ μισθὸς δολερός, ὡς ὄστρακον αὐτὸν ἡγήσασθαι τοὺς ἐραυνῶντας γραφὰς τὰς μαρτυρούσας περὶ τοῦ αὐτὰς εἰρηκότος Σωτῆρος. 4.122 Πολλαχοῦ γὰρ τῶν Εὐαγγελίων ἐλέγχεται ὁ πονηρὸς λόγος τῶν ἐγκαλουμένων, ὡς ἐν τῷ· «Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων», ἀκυροῦντες τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἐπιβλαβῆ παράδοσιν αὐτῶν. 4.123 Ὡσαύτως ἐλέγχονται ἀδόκιμον λόγον προτείνοντες περὶ τοῦ πότερον δεῖ διδόναι φόρον Καίσαρι ἢ οὔ, ὡς αὐτόθεν καὶ ἐξ ὧν ἔλεγον ἠλέγχθησαν δολεροὶ καὶ σὺν πολλῇ πανουργίᾳ φθεγγόμενοι· ἐρόμενος γὰρ αὐτούς, ὁ Σωτὴρ εἶπεν· «Ἐπιδείξατέ μοι τὸ νόμισμα», δηλοῦντες «τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν». Τῶν δὲ φαμένων· «Καίσαρος», ἰσχυρῶς ἠλέγχθησαν ἀκούσαντες· «Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» 4.124 Οὐ μόνοι δὲ οἱ πειραστικῶς τῷ Σωτῆρι προσιόντες Ἰουδαῖοι ἀδόκιμον ἔχουσιν λόγον, ἀλλὰ καὶ οἱ ἐν τῷ χριστιανισμῷ ψευδοδοξοῦντες αἱρετικοί, «ἐν πανουργίᾳ περιπατοῦντες καὶ δολοῦντες τὸν λόγον Κυρίου», παρεκδεχόμενοι καὶ παραχαράττοντες τὸ βούλημα τῶν θεοπνεύστων λογίων· οὓς καὶ αὐτοὺς παραιτητέον, ἡγούμενοι ὡς ὄστρακον τὸν δολερὸν αὐτῶν λόγον ὄντα ἀδόκιμον ἀργύριον. 4.125 Ἦ οὐκ ἀδόκιμος ὁ λόγος τῶν δύο ἀρχὰς ἀγενήτους τιθεμένων, ἀγαθοῦ καὶ κακοῦ-μανιχαῖοι δὲ οὗτοι-; καὶ τῶν κτίσμα λεγόντων τὸν Υἱὸν καὶ ἀπομεριζόντων τὸ ἅγιον Πνεῦμα ἀπὸ Πατρὸς καὶ Υἱοῦ; καὶ ὁ τῶν ἀσεβούντων εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, δοκήσει καὶ οὐκ ἀληθείᾳ πεφᾶνθαι τὸν Σωτῆρα οἰομένων; 4.126 Οὐ μόνον δὲ τὸ ἀδόκιμον ἀργύριον ἐκ τοῦ χωνευτηρίου τοῦ οἴκου τοῦ Θεοῦ φανεροῦται, ἀλλὰ καὶ τὸ δόκιμον φέρον τὴν εἰκόνα καὶ χαρακτῆρα τοῦ παμβασιλέως Σωτῆρος, «κεκαθαρισμένον ἑπταπλασίως», ὅπερ κατέχειν δεῖ καὶ πλουτεῖν τῇ κτήσει αὐτοῦ. 4.127 Εἰσὶν ἐκλαμβάνοντες ὅτι οὓς ἔλαβεν Ἰούδας τριάκοντα ἀργυροῦς ὑπὸ τῶν Ἰουδαίων ἵνα προδῷ τὸν Κύριον σημαίνονται καὶ ἐκ τῆς προκειμένης λέξεως, μέγιστος δ' ἔλεγχος τῶν δεδωκότων Ἰουδαίων καὶ τοῦ εἰληφότος Ἰούδα τοὺς ὑπὲρ προδοσίας τριάκοντα ἀργυροῦς. ∆έον γὰρ μισθὸν αὐτοὺς παρασχεῖν τῷ κοπιάσαντι ὑπὲρ τῆς σωτηρίας αὐτῶν τε καὶ τοῦ σύμπαντος κόσμου, ἀλλ' οὐχ ἵνα ἀναιρεθῇ «ὁ τὸ πᾶν ζωοποιῶν». 4.128 Τὰς βλασφημίας, ἃς προφέρουσιν κατὰ τοῦ σταυρωθέντος ὑπὲρ ὅλης κτίσεως Σωτῆρος οἱ Ἰουδαῖοι, εἰς τὸν οἶκον τῶν θεοπνεύστων γραφῶν καὶ τὸ ἐν αὐτῷ χωνευτήριον ἐμβαλεῖν καὶ καθεῖναι δεῖ, ἵν' ἐλεγχθῶσιν ἀπᾴδουσαι, μᾶλλον δὲ ἐναντιούμεναι ταῖς περὶ Χριστοῦ καὶ σταυροῦ αὐτοῦ προφητείαις. 4.129 Zach. XΙ, 14: Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τοῦ