1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

130

«Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; Εἰ ἔστιν Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βαάλ, πορεύεσθε ὀπίσω αὐτοῦ.» 4.159 Φανερῶς καὶ ἐναργῶς ὁ ἀπειλῆς τρόπῳ φήσας ποιμένα ἐγεῖραι ἐπὶ τῆς γῆς τὸ ἐκλιμπάνον πρόβατον οὐκ ἐπισκεπτόμενον, οὐδ' αὖ ζητοῦντα τὸ ἐσκορπισμένον, μὴ καταδεσμεύοντα μηδ' ἰώμενον τὸ συντετριμμένον, μὴ σπουδάζοντα κατευθύνειν τὸ ὁλόκληρον, ἵν' ἔτι μᾶλλον ὑγιαίνῃ, προστάττει τῷ προφήτῃ λαβεῖν ποιμενικὰ σκεύη ἀπείρου, οὐ τέχνην οὐ πεῖραν ἀγαθοῦ νομέως ἔχοντος, ἵν' ἐπιστήσῃ τοὺς οἷς προφητεύει τίς ἡ δύναμις τῶν προσταχθέντων αὐτῷ. Ἐφιστάνουσι γὰρ οἱ μὴ λόγους νοοῦντες τοῖς ἐπιτελουμένοις ἔργοις τοῦ διδασκάλου. 4.160 Ἐπεὶ τοίνυν περὶ ποιμένος ἀπείρου καὶ τέχνην ποιμαντικὴν οὐκ ἔχοντος ἔδει νοῆσαι τοὺς ἀκροατάς, ἀισθητῶς ἔλαβεν ὁ θεολημπτούμενος ἅγιος τὰ εἰρημένα σκεύη, ἵν' εἴπῃ περὶ αὐτῶν καὶ τί σημαίνουσιν ἐρωτηθεὶς ὑπὸ τῶν ὁρώντων ἃ ἔλαβεν σκεύη ποιμενικὰ οὐκ ἐμπείρου ἀλλ' ἀπείρου. 4.161 Πολλὰ οὕτως οἰκονομούμενα ἐν τοῖς προφήταις φέρεται, μάλιστα ἐν τῷ Ἰεζεκιήλ. 4.162 Οὐκ ἀπεικὸς περὶ τοῦ Ἀντιχρίστου προαναπεφωνῆσθαι τὰ περὶ τοῦ οὕτω ὀλεθρίου ποιμένος, ὡς ἐν πλείοσιν γραφαῖς εὑρίσκεται. Ἐκλεκτὰ πρόβατα εἶπεν ὧν τὰς σάρκας κατεσθίει, οὐ τὰ καθάπαξ καὶ ἀληθῶς ἐκλεκτά, ἀλλὰ ἃ ἐκλέγεται ὡς φίλα καὶ οἰκεῖα ὁ τὰς σάρκας αὐτῶν κατεσθίων. 4.163 Zach. XΙ, 17: Ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται. 4.164 Αἰτιᾶται, μᾶλλον δ' ἀπειλεῖ ὁ θεῖος λόγος τοῖς ψευδέσιν νομεῦσιν, ἀποστραφέντας καὶ καταλείψαντας τὰ πρόβατα, θηρῶντας τὰ μάταια, τὰς αἰσχροκερδίας δηλονότι καὶ τὴν κατάβρωσιν τῶν σαρκῶν ὧν ἐπιστεύθησαν θρεμμάτων, ὡς περὶ ἑκάστου αὐτῶν ἢ ὡς πρὸς ἕνα πάντας διὰ τὸ κατὰ τὴν αὐτὴν κακίαν πεποιῶσθαι, «Μάχαιρα ἐπὶ τὸν βραχίονα», τοῦτ' ἔστιν τὸ ἔργον αὐτοῦ. Πολλάκις δὲ ἀποδέδεικται ὅτι ἔργον ὁ βραχίων κατ' ἀλληγορίαν δηλοῖ. 4.165 Τίς δὴ μάχαιρα ἡ ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμὸν τοῦ ὑπαιτίου ποιμένος, ἢ ὁ κολαστικὸς λόγος περὶ οὗ ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν πρὸς τοὺς νομοθετουμένους· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Περὶ τούτου τοῦ ἀμυντικοῦ ξίφους ἐν Ἰερεμίᾳ πάλιν ὁ Θεὸς λέγει· «Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν», ἐπὶ τῷ αὐτοὺς τάδε πείσεσθαι τὰ ἐπίπονα. 4.166 Κατὰ νόησιν ἑτέραν, μάχαιρα εἶναι δύναται θεία ὁ διαίρων λόγος ἀπὸ τῶν χειρόνων τοὺς ἐνεσχημένους αὐτοῖς. Αὐτίκα γοῦν ἐν Εὐαγγελίοις ὁ Σωτήρ· «Μὴ νομίσητε, φησίν, ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν.» Ἡ γὰρ εὐαγγελικὴ διδασκαλία οὐ παρασκευάζει εἰρηνεύειν πρὸς τὰ γήϊνα καὶ τὴν γῆν, ἀλλὰ διαιρεῖ ἀπ' αὐτῆς τοὺς τὰ ἐπίγεια φρονοῦντας καὶ φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ. 4.167 Αὕτη ἡ μάχαιρα χρησμοῦ δίκην τῷ Ἀβραὰμ δέδοται, ἵνα διέλῃ αὐτὸν «ἀπὸ τῆς γῆς καὶ τῆς συγγενείας αὐτοῦ καὶ τοῦ πατρῴου οἴκου», γῆς νοουμένης τοῦ σώματος οὗ περιέκειτο, συγγενείας δὲ τοὺς τὰ αὐτὰ ἐπιτηδεύοντας καὶ ἀνατραφέντας, οἶκος δὲ πατρὸς τοῦ νοῦ ὁ προφορικὸς λόγος ἐστίν, ὥς τις τῶν σοφῶν περὶ τὴν μωσαϊκὴν παίδευσιν ἡρμήνευσεν. 4.168 Ἰσοδυναμεῖ τοῖς χρησθεῖσιν τῷ Ἀβραὰμ τὰ λεχθέντα πρὸς τοῦ θείου νυμφίου, μᾶλλον δὲ τοῦ πατρὸς αὐτοῦ· «Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, καὶ αὐτός ἐστιν ὁ Κύριός σου.» Ταὐτὸν γὰρ τὸ ἐπιλαθέσθαι τινὰ λαοῦ τοῦ ἑαυτοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς τῷ ἐξελθεῖν ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς τὸν εἰς τοῦτο προτραπέντα. 4.169 Ἡ προειρημένη κολαστικὴ μάχαιρα