1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

131

γεναμένη ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμόν, τοῦτ' ἔστιν ἐπὶ τὴν πρακτικὴν δύναμιν καὶ τὴν θεωρητικήν, τοῦ κολαστέου ποιμένος ξηραίνει τὸν βραχίονα, πᾶσαν νοτίδα καὶ πιότητα ψεκτὴν ἀφαιρουμένη ἵνα νεκρωθῇ. Ἐκτυφλοῖ δὲ καὶ τὸν ὀφθαλμὸν ἐκτυφλώσει, τὸν τῷ ἔχοντι δοκοῦντα δεξιόν, οὐκ ἀληθείᾳ δὲ ὄντα τοιοῦτον, ἀλλὰ σκαιὸν καὶ ἀριστερὸν καὶ εἴ τι φαυλότερον. 4.170 Ἐκλημφθείη δὲ καὶ ταῦτα τὰ ῥητὰ περὶ τοῦ Ἀντιχρίστου ἐπαγγελλομένου ἔχειν ἰσχυρὸν καὶ ζῶντα βραχίονα διὰ τὰ σημεῖα καὶ τέρατα ἃ ἐνεργεῖ ψεύδους ὄντα, καὶ δεξιὸν ὀφθαλμόν, μετέχων τῆς βλέψεως τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων, περὶ οὗ ὁ Κύριος αὐτὸς εἶπεν· «Ἐπάξω ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν βασιλέα τῶν Ἀσσυρίων», ἀλαζονικῶς κομπάσαντα· «Τὴν ἰσχὺν τῶν ἐθνῶν προνομεύσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί.» 4.171 Τούτου τοῦ ὑπερόπτου αὐχήσαντος· «Οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι», υἱὸς ὢν κατὰ ἀσέβειαν, ὁ Ἀντίχριστος ἰσχυρὸν βραχίονα καὶ δεξιὸν ὀφθαλμὸν ἔχειν ἠλαζονεύσατο, ὅνπερ βραχίονα ἐξήρανεν ἡ προερμηνευθεῖσα μάχαιρα, καὶ τὸν ὀφθαλμὸν ἐξετύφλωσεν ἐκτέμνουσα τὴν χειρίστην αὐτοῦ βλέψιν. Περὶ τούτου κατὰ λέξιν γράφει Παῦλος Θεσσαλονικεῦσιν· «Ἕως ἔλθῃ ὁ ἄνομος ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.» 4.172 Ὀφθαλμὸς τούτου δεξιὸς ἕκαστος νομίζεται τῶν αἱρετικῶν πρεσβεύων τὴν ψευδώνυμον γνῶσιν· βραχίων δ' αὐτοῦ πᾶς γόης προσποιούμενος τεραστίους ποιεῖν δυνάμεις· ἀμφότεροι δὲ οὗτοι, ὃ μὲν ὡς βραχίων ξηραίνεται, ὃ δὲ ὡς ὀφθαλμὸς ἐκτυφλοῦται ὑπὸ τῆς μνημονευθείσης μαχαίρας. 4.173 Ἔστιν ἐναργεῖς τούτων μαρτυρίας ἀπὸ τῆς βίβλου τῶν Πράξεων τῶν Ἀποστόλων παραγαγεῖν. Ἐλύμας τις τοὔνομαμάγος, ἔργα ποιῶν γοητείας καὶ διδασκαλίαν προφέρων, διαστρέφων ὡς ᾤετο τοὺς προσηκαμένους τὴν πίστιν, παραδοξοποιὸς καὶ διορατικὸς τὸν νοῦν εἶναι ἐνομίζετο, φρονῶν μέγα ἐφ' οἷς ἔχειν ἡγεῖτο· τούτῳ προσελθὼν ἰσχυροῖς ἐλέγχοις καὶ ἐνεργείᾳ θεϊκῇ ὁ θεσπέσιος Παῦλος ἔφη· «Ὦ πλήρης δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς καὶ μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» 4.174 Τὴν αὐτὴν εἰκόνα τῆς ἀσεβείας τῷ Ἐλύμᾳ καὶ Σίμων ὁ γόης εἶχεν ὃν καὶ αὐτὸν ὁ Πέτρος Θεοῦ δυνάμει ἀπέδειξεν, τὸ μηδὲν ξηρανθέντος τοῦ δεξιοῦ αὐτοῦ βραχίονος καὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ αὐτοῦ ἐκτυφλωθέντος. Ἀρκούντως, ὡς νομίζω, καθ' ἡμετέραν δύναμιν σαφηνισθέντων τῶν περὶ ἀπείρου πονηροῦ ποιμένος, ἐκθετέον τὰ ἑξῆς τοῦ προφήτου ἀπὸ ἑτέρας περιοχῆς ἀρχόμενα.

4.175 Zach. XII, 1-3: Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· λέγει Κύριος

ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4.176 Τὰ συμβάντα τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ καὶ τοῖς οἰκοῦσιν μετὰ τὸν σταυρὸν Ἰησοῦ προθεσπίζει ὁ προφήτης Ζαχαρίας, λαβὼν λόγον ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων ἐκτείναντός τε τὸν οὐρανὸν καὶ θεμελιώσαντος τὴν γῆν καὶ πλάσαντος πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. 4.177 Εἴρηται πρότερον ὡς κάτοχοι γίνονται οἱ προφῆται θεοληπτούμενοι λόγου διδομένου αὐτοῖς καθ' ὃν προθεσπίζουσι τὰ ἐσόμενα. Ὅπως δὲ μὴ τὰ αὐτὰ πολλάκις ἀπαγγέλληται, ἀρκεστέον τοῖς ἤδη εἰρημένοις. 4.178