1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

132

Ἐκτείνει Θεὸς οὐρανὸν καὶ θεμελιοῖ τὴν γῆν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἄγων τὰ συνεκτικώτατα κτίσματα ταῦτα ἐν οἷς καὶ τὰ ἄλλα ὑπάρχει, ᾗ φησιν ὁ ἱεροφάντης· «Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.» Αὐτίκα γοῦν τῆς Κοσμοποιίας ἀρχόμενος σαφῶς εἶπεν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», τοῦτ' ἔστιν ἐξέτεινε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν. 4.179 Πολλάκις ἤδη τεθεώρηται τίς ὁ τρόπος τῆς ἐκτάσεως τοῦ οὐρανοῦ καὶ τοῦ τεθεμελιῶσθαι τὴν γῆν, σαφηνιζομένων τῶν οὕτως ἐχουσῶν λέξεων ὑπὸ μὲν τοῦ Θεοῦ λέγοντος· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος», ὑπὸ δὲ τοῦ ὑμνῳδοῦ περὶ τοῦ γενεσιάρχου· «Ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὁ ἁπλώσας τὸν οὐρανὸν δι' ἐκτάσεως καὶ ἑδράσας ἐν θεμελίοις τὴν γῆν καὶ τὸν ἄνθρωπον ἔκτισεν, «πλάσας ἐν αὐτῷ τὸ πνεῦμα αὐτοῦ», τοῦτ' ἔστιν τὴν ψυχὴν συμπλέκων καὶ ἑνῶν ὡς ἐνδέχεται τῷ σώματι, ἵν' ἓν σύνθετον ζῷον ἐκ ψυχῆς καὶ σώματος ἀποτελεσθῇ. 4.180 Οὐ καθάπαξ δὲ πλάττεται τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἀλλ' ἐν αὐτῷ· οὐ γὰρ σωματικῆς φύσεως ἀλλὰ λογικῆς ἐστιν. Πλάττεται δὲ προηγουμένως τὸ σῶμα τοῦ ἀνθρώπου, κατὰ τὸ ὑπὸ Μωϋσέως λεχθέν· «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς.» Τοῦτον τὸν τρόπον τῆς δημιουργίας γνοὺς ὁ μεγαλόψυχος καὶ ἀνδρειώτατος Ἰὼβ πρὸς τὸν γενεσιάρχην ἀνεφθέγξατο· «Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.» 4.181 Ἀλλὰ καὶ περὶ τῆς γενέσεως τοῦ συνθέτου τοῦ ἐκ ψυχῆς καὶ σώματος λέγει· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με», πλασθέντος τοῦ σώματος, ποιηθείσης τῆς ψυχῆς ἥντινα πνεῦμα καλουμένην ἔπλασεν ἐν τῷ ἀνθρώπῳ μετασχοῦσαν ἐκ τῆς συνθέσεως αἰσθητικῆς δυνάμεως, ἵν' ὅλος ὁ ἄνθρωπος ἔμψυχος, αἰσθητικός, ζῷον γενάμενος ἀποδειχθῇ. 4.182 Πρὸς τῷ οὕτω θεωρηθέντι ῥηθείη καὶ ἑτέρως· τὸ πλαττόμενον πνεῦμα ἀνθρώπου ἐν αὐτῷ ἐκεῖνό ἐστιν περὶ οὗ Ἀπόστολος γράφει· «Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ», ἕτερον ὂν παρὰ τὴν λογικὴν ψυχὴν «κρυπτὸν ἄνθρωπον τῆς καρδίας» καλούμενον. 4.183 Πλάσις δ' αὐτοῦ οὐχ οἵα ἡ τοῦ σώματός ἐστιν, ἀλλ' ἐκείνη ἣν ὑπαρχθῆναι τῇ καρδίᾳ ἑαυτοῦ εὔχεται ὁ ἅγιος ὑμνῳδὸς λέγων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.» Πλάττεται δὲ καρδία καθαρὰ ἡ κατὰ ἀρετὴν καὶ τὴν ἄλλην ἁγιότητα τυπουμένη, ἵνα τρανῶς καὶ εὐρύθμως ἐνεργῇ τε καὶ νοῇ. 4.184 Ταύτης τῆς γνώμης τυγχανούσης τῆς κτεινάσης τὸν ὠμὸν τύραννον Ὀλοφέρνην ἀνδρειωτάτης Ἰουδίτ, οἱ σοφώτατοι πρεσβύτεροι ἐπαινοῦντες εἶπον πρὸς αὐτήν· «Ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου.» Ὁμωνυμεῖ τὸ πλάσμα καὶ ἡ πλάσις τοῖς τοῦ σώματος· ταῦτα μὲν γὰρ ἀντέρεισιν πρὸς τὸ πλαττόμενον σημαίνει ὑλικὸν ὑποκείμενον ὑπάρχον, τῆς τοῦ πνεύματος πλάσεως διὰ τύπωσιν ἐννοιῶν καὶ λογικῶν φαντασιῶν παριστάσης. 4.185 Ὁ ἐκτείνας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ πλάσας τὸ τοῦ ἀνθρώπου πνεῦμα ἐν αὐτῷ ἀπειλεῖ ἐρημῶσαι καὶ καθελεῖν τὴν Ἰουδαίων πόλιν καὶ χώραν διὰ τὰ τολμηθέντα κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος ὑπὸ τῶν ἄθεα δεδρακότων, - σταυρῷ τε γὰρ καὶ μάστιξιν περιέβαλον τὸν δόντα τὴν ψυχὴν αὐτοῦ λύτρον, τὸν τὴν τοῦ κόσμου ἄραντα ἁμαρτίαν, -καίτοι ὑπὲρ σωτηρίας πάντων ἐληλυθότος. 4.186 Τί δ' ἐστὶν ἃ προαναφωνεῖ ἀνιαρὰ κατὰ τῶν χριστοκτονησάντων; «Ἰδοὺ τίθημι, φησίν, τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα καὶ τὴν Ἰουδαίαν πᾶσι τοῖς λαοῖς κύκλῳ», ὡς μηδεμίαν ἔτι ἕδραν καὶ ἀσφάλειαν ἔχειν, ἐγκαταλειφθεῖσαν ὑπὸ τοῦ θεμελιώσαντος καὶ φρουροῦντος αὐτήν, πληρουμένου τοῦ ἀπειλῆς τρόπῳ προαναφωνηθέντος ἐν μὲν Ἠσαΐᾳ· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών», ἐν δὲ Ἰερεμίᾳ πρὸς αὐτοῦ τοῦ ἀποστραφέντος αὐτὴν δι' ἐπιπολάσασαν ἀσέβειαν εἰπόντος· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην