1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

142

πολιτείαν καὶ γνῶσιν ἔχοντες καὶ οἱ θεραπευταὶ τοῦ Θεοῦ ὑπάρχουσιν. Ὁ μὲν γὰρ Νάθαν προφήτης, ὁ δὲ Λευὶ ἱερεύς ἐστιν· ἐξ αὐτοῦ γὰρ καὶ καθ' ἱστορίαν οἱ θεραπεύοντες Θεὸν ἱερατικῶς κατάγονται. 4.275 Ἕτερος παρ' ἀμφοτέρους ὁ Συμεὼν τυγχάνων, ἑρμηνευόμενος «εἰσακοὴ» ἢ «εἰσακουσμός», δηλοῖ τοὺς εἰσακουομένους ὑπὸ Θεοῦ ἐπινεύοντος ταῖς ἱκεσίαις αὐτῶν, μάλιστα ὅτι καὶ αὐτοὶ εἰσακούουσιν τῶν θείων προσταγμάτων. Ὥσπερ οὖν οἱ ὀνόματι δηλωθέντες χωρίς εἰσι οἱ ἄνδρες, μενουσῶν τῶν γυναικῶν καθ' ἑαυτάς, οὕτω καὶ αἱ ὑπολελειμμέναι ἄλλαι φυλαὶ ὡσαύτως ἐν τῷ κόπτεσθαι διάγουσιν. 4.276 Ἀκριβῶς δὲ ἐδηλώθη ὡς οὐκ ἐν ἄλλῃ πόλει ἢ τῇ Ἰερουσαλὴμ τὸν κοπετὸν δεῖ γενέσθαι, ἐξ οὗ μάλιστα πρὸς ἀναγωγὴν βλέπει τὸ προσταχθέν· ἔτι γὰρ ἐν τῇ αἰχμαλωσίᾳ ὁ λαὸς ἐτύγχανεν ὁπηνίκα ταῦτ' εἶπεν ὁ προφήτης. 4.277 Ἐπίστησον εἰ κατὰ τοιοῦτον σκοπόν, ἐγγιζούσης ὅσον οὐδέπω τῆς τοῦ κόσμου συντελείας, κατὰ τὸ γεγραμμένον ὑπὸ Ἰωάννου· «Ἐσχάτη ὥρα ἐστίν», πληθυνθέντος τοῦ τῶν ἀνθρώπων γένους, γράφει ὁ Ἀπόστολος· «Ὁ καιρὸς συνεσταλμένος· λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν», ἔξω τῶν ἀνδρῶν τῶν ἀγαμίαν κατορθούντων καὶ τῶν χηρευουσῶν γυναικῶν διὰ Χριστὸν καὶ τῶν παρθενίαν ἐπαναιρησαμένων διαγουσῶν ἵνα γνησίως καὶ ἀδιαστάτως σχολάζωσι ταῖς προσευχαῖς.

4.278 Zach. XIIΙ, 1: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ

οἴκῳ ∆αυὶδ καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν. 4.279 Ἐν τῇ πολλάκις ἤδη λεχθείσῃ ἡμέρᾳ μετὰ σαφηνείας, πρὸς ἑτέροις ὑπάρξασιν καὶ τόδε ἔσται· διανοιγήσεται πᾶς τόπος ἐν τῷ οἴκῳ ∆αυὶδ ἐν τῇ Ἰερουσαλήμ, μετακινήσεως ἐσομένης εἰς ῥαντισμὸν θεῖον. Τόπος δὲ διανοιγόμενος τῷ οἴκῳ ∆αυὶδ ἡ θεόπνευστός ἐστιν γραφή, μάλιστα ἡ πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος· διανοιγόμενος τῇ Ἰερουσαλὴμ αὕτη δ' ἐστὶν ἡ ἄνω καὶ μήτηρ τῶν δικαίων ὑπάρχουσα «πόλις ἐπουράνιος τοῦ ζῶντος Θεοῦ». 4.280 Τόπον δ' ἐν τούτοις ἐκληπτέον οὐ τὸν περιγράφοντα καὶ περιορίζοντα σῶμα, ἀλλὰ τὸν διαιρούμενον εἰς προτάσεις καὶ προβλήματα. Ἕψεται τῇ διανοίξει τῶν οὕτω χρηματιζόντων τόπων μετακίνησις ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα καὶ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν καί, συνελόντι φάναι, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ὁρατῶν καὶ χαμαιζήλων ἐπὶ τὰ ὑψηλὰ καὶ ἀόρατα. 4.281 Τί δὲ ἀκολουθεῖ τῇ μετακινήσει ἢ περιρραντήρια ἁγνισμὸν τέλειον ἐπιφέροντα; Οὗτος ὁ ῥαντισμὸς τελεῖται τῷ θείῳ τοῦ Σωτῆρος αἵματι, περὶ οὗ γράφει ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος, προσφωνῶν οἷς ἐπιστέλλει τὴν ἐπιστολὴν τάδε· «Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ.» 4.282 Ῥαντίζει δὲ τὴν συνείδησιν τῶν λατρευόντων τῷ ζῶντι Θεῷ τὸ θεῖον αἷμα, «λυτρούμενον ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου» τοὺς τελουμένους, ὡς ἐν τῇ αὐτῇ ἐπιστολῇ παρίσταται τοῦ σοφοῦ μυσταγωγοῦ, οὕτως· «Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε, ἀλλ' ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» 4.283 Οἱ οὕτω περιρραινόμενοι ἐπὶ τῷ κτήσασθαι καρδίαν καθαράν, ἐπαλλήλως καὶ συνεχῶς παρακαλοῦντες πρὸς τὸν ὀρέξαι τὴν καθαρότητα δυνάμενον, ὡς εἷς φασιν· «Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Εἰς ταύτην τὴν ἁγνείαν, «θρησκείαν οὖσαν καθαρὰν καὶ ἀμίαντον», προτρέπων ὁ ἱερὸς λόγος· «Λούσασθε, καθαροὶ γένεσθε», παραινεῖ. 4.284 Εἰ εἰσέρχεται καὶ ἡμᾶς ἔρως τοῦ εἰρημένου περιρραντισμοῦ, σπεύσωμεν οἰκῆσαι οἷα πολῖται τὴν νοητὴν Ἰερουσαλὴμ ὑπὸ τοῦ ∆αυὶδ βασιλευόμενοι, ἵνα διανοίγῃ ἡμῖν πᾶς ὁ ἡρμηνευμένος τόπος εἰς τὸ ῥαντισθῆναι μετακινηθέντας ἀπὸ τῶν σκιωδῶν ἐπὶ τὰ πρωτότυπα καὶ ἀληθινὰ σοφὰ