1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

146

1Τόμος Εʹ1 5.1 Zach. XIIΙ, 8-9: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη ἐξολεθρευθήσετ̣αι καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, καὶ ἐγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ· Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου. 5.2 Καιρὸς ὑπογράφεται ὀνόματι τῆς ἡμέρας δηλούμενος ἐν ᾧ τὰ δύο μέρη τοῦ αἰχμαλωτισθέντος λαοῦ ὀλεθρευθήσεται καὶ ἐκλείψει, τοῦ τρίτου ἀποδεικνυμένου δοκίμου διὰ πυρὸς διερχομένου, πυρουμένου τε κατὰ τὸ καθαιρόμενον ἀργύριον καὶ δοκιμαζομένου κατὰ τὸ χρυσίον. Τὸ οὕτω καθαιρόμενον καὶ δοκιμαζόμενον τρίτον τῶν αἰχμαλώτων, ἐπικαλούμενον τὸ ὄνομα τοῦ Θεοῦ, ἕξει αὐτὸν τὸν Θεὸν ἐπακούοντα καὶ σῴζοντα· ᾧ ἁρμονίως ἕψεται τοὺς μὲν εὐεργετηθέντας λαὸν χρηματίσαι τοῦ ἐπακούσαντος αὐτοῦ, Θεοῦ λοιπὸν αὐτῶν ἀναδεικνυμένου κατὰ τὸν τρόπον τοῦ Θεὸν αὐτὸν εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Πάντων μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων ὡς κτίστης Θεός ἐστιν, κατ' ἐξαίρετον δὲ τῶν πατριαρχῶν λατρευόντων καὶ σεβομένων αὐτόν. 5.3 Τούτων ὁλοσχερέστερον τεθεωρημένων, ἀκόλουθον ἰδεῖν τίνα τὰ δύο μέρη τὰ ὀλοθρευόμενα καὶ ἐγκαταλειπόμενα, καὶ τί τὸ τρίτον τὸ βελτιούμενον καὶ ἀγόμενον εἰς σωτηρίαν. 5.4 Ἀρκτέον τῆς διαιρέσεως τῆς εἰς τρία τοῦ αἰχμαλωτισθέντων τῶν Ἑβραίων λαοῦ. 5.5 Πολλοὶ τῶν μετοικισθέντων ἐκ τῆς ἑαυτῶν χώρας καὶ πατρίδος εἰς τὴν τῶν κρατησάντων νόμῳ αἰχμαλωσίας, πάντη τ̣ῆς θεοσεβείας ἐκπεσόντες εἰδώλοις ἐλάτρευσαν, ὡς δουλεῦσαι τῇ ····· καὶ τῷ Βὴλ καὶ τῷ δράκοντι προσκυνῆσαι, καὶ πρὸς τούτοις κω̣φῇ εἰκόνι Ναβουχοδονοσὸρ τοῦ τυράννου, ἑτέρων τοῦτο μὲν οὐ ποιούντων, παρανόμως δὲ τὸν ἰουδαϊσμὸν καὶ ὡς οὐ δεῖ μετερχομένων, οἷοι ἦσαν οἱ ἐπιμανέντες μοιχικῶς ἀλιτήριοι πρεσβύτεροι καὶ οἱ ὁμονοήσαντες αὐτοῖς κατὰ τῆς σωφρονεστάτης Σωσάννης. 5.6 Πρὸς τοῖς εἰδωλολατρήσασιν καὶ παρανόμως ἰουδαΐζ̣ουσιν, ἕτερον τάγμα ἄριστον καὶ θεοσεβὲς ἦν ἐν τῇ αἰχμαλωσίᾳ, οὐ δεισιδαιμονῆσαν, οὐ τὸν νόμον παραβαῖνον, ἀλλ' ἅγιον καὶ Θεῷ εὐαρεστοῦν, ἐξ οὗ πολλοὶ ἄνδρες ἀνεγράφησαν ἅγιοι, ὧν ἐστιν ὁ σαφηνιζόμενος προφήτης Ζαχαρίας, ∆ανιήλ τε καὶ οἱ ἀμφὶ τὸν Ἀζαρίαν, Ἰεζεκιὴλ ὁ προφήτης καὶ ὁ τοῦ Ἰωσεδὲκ ἱερεὺςμέγας Ἰησοῦς καὶ ἕτεροι πλείονες, ἠθικῆς ἀρετῆς καὶ τῆς γνώσεως τῆς ἀληθείας καὶ τοῦ Θεοῦ μεταποιούμενοι. 5.7 Τὰ ἀσεβῆ μέρη δύο, τὸ ἑλληνικὸν καὶ ἰουδαϊκόν, δι' ἃ ἔπραξαν ὄντα κολαστέα ἐξολοθρεύεται καὶ ἐκλείπει, ὅπως δι' ἐπιπόνου ἀγωγῆς ἀποβάλωσι τὰς προσγεναμένας βλάβας. Οὗ πραχθέντος, κρίσει τῆς θείας προνοίας τὸ διασταλὲν πρὸς τὰ δύο μέρη τρίτον ἁγιάζετ̣αι καὶ βελτιοῦται ὑπὸ τοῦ δοτῆρος τῶν ἀγαθῶν Θεοῦ Λόγου, διαγόμενον διὰ πυρὸς τοῦ καθαίροντος καὶ «ζέοντας τῷ πνεύματι» ποιοῦντος, περὶ οὗ αὐτὸς ὁ πάντας σῴζων λέγει· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἀνήφθη», καὶ πάλιν· «Πᾶς πυρὶ ἁλισθήσεται.» 5.8 Περὶ αὐτοῦ καὶ ὁ μέγας Ἰωάννης, «οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν ἠγέρθη», διδάσκει περὶ μὲν ἑαυτοῦ· «Ἐγὼ ἦλθον βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν», περὶ δὲ τοῦ Σωτῆρος τῶν ὅλων· «Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί», ἁγιάζων καὶ καθαίρων δηλονότι τοὺς μὲν διὰ Πνεύματος ἁγίου, τοὺς δὲ διὰ πυρός, ἢ τοὺς αὐτοὺς ἔν τε τῷ ἁγίῳ Πνεύματι καὶ τῷ πυρί. 5.9 Οἱ διὰ πυρὸς ἐληλυθότες, ὄντες τὸ τρίτον τῶν αἰχμαλώτων τὸ βελτιούμενον, ᾧ ἐπένευσε Θεὸς ἐπικαλουμένῳ, ἐκ προσώπου τοῦ ἑαυτω῀̣ν πρὸς τὸν ὀρέξαντα σωτηρίαν φασίν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύρι̣ον· εἰσήγαγες ἡμᾶς εἰς τη`̣ν παγίδα, ἔθου θλίψεις ἐνώπιον ἡμῶν» -ἢ «εἰς νῶτον ἡμῶν»· φέρεται γὰρ καὶ οὕτως ἐν πλείστοις ἀντιγράφοις-, «ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθαμεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες