1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

148

ἀδιαφθόρῳ παρθένῳ ἑβδομάδι ἑπτὰ ἑπτὰ εἰσαγομένων εἰς τὴν κιβωτόν. Καὶ ἐπεὶ οἱ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντες δυάς εἰσιν, ἐκλείπει καὶ ὀλοθρεύεται ἡ τούτων ποιότης, ἵνα τὸ τρίτον ἀναδειχθῇ δόκιμον «τῶν φορούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου» γένος. 5.19 Ἑκάστῃ τῶν ἀποδόσεων ἐφαρμόσει ὁ σοφὸς ἑκάστην λέξιν τοῦ προκειμένου. 5.20 ∆υνατὸν ἐκλαβεῖν τὸ τρίτον ὑπολείπεσθαι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐν ᾗ ταῦτα τὰ προαναφωνηθέντα γενήσεται.

5.21 Zach. XIV, 1-2: Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσεται

τὰ σκῦλά σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξο̣λεθρευθῶσιν ἐκ τῆς πόλεως. 5.22 Ἡμέρας τοῦ Κυρίου λέγει καθ' ἃς ἐπιφέρεται τοῖς ὑπαιτίοις τὰ ἐπίπονα καὶ κολαστικά, καὶ ἔστιν ἐκ πλειόνων μαρτύρασθαι τῇ νοήσει. Καὶ ἐν Ἠσαΐᾳ γοῦν ὁ τῶν τιμωριῶν καιρὸς Θεοῦ ἡμέρα κέκληται οὕτως· «Ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.» 5.23 Ἐπεὶ τοίνυν φοβερὰ ἀπαγγέλλει ἔσεσθαι τοῖς καθ' ὧν ἀγανακτεῖ Θεὸς διὰ κρατήσασαν αὐτῶν ἀσέβειαν καὶ τὰς ἄλλας ἁμαρτίας, εἰκότως φησὶν ἡμέρας ἔσεσθαι τοῦ Κυρίου ἐν αἷς οἰκτίστη ἔσται κακοπραγία τῇ τε Ἰερουσαλὴμ καὶ τοῖς πολίταις αὐτῆς. Τί γὰρ οὕτως οἴκτιστον καὶ ἀνιαρὸν ὡς τὰ σκῦλα ἃ ἔλαβον οἱ ἐπελθόντες πολεμίοι διαμερίζεσθαι ἐν μέσῳ αὐτῆς διὰ πολλὴν ὑπάρξασαν ἀσθένειαν; Οὐκ ἀεὶ δὲ συμβαίνει τοῦτο· ἔστιν γὰρ ὃτε οἱ σκυλεύσαντες μακρὰν τῆς πόλεως, μᾶλλον δὲ τῆς χώρας, τὰ λάφυρα ἀπαγαγόντες μερίζονται, δεδιότες μὴ διαιρούμενοι αὐτὰ ἐν τῇ πόλει κωλυθῶσιν ὑπ' ἀναπνευσάντων τῶν ἑαλωκότων. 5.24 Τοῦ λόγου φήσαντος· «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν μέσῳ σου», ὁ Κύριος εὐθέως λέγει συνάξειν ἐπ' αὐτοὺς πάντα τὰ ἔθνη εἰς πόλεμον, καθὼς ἡμέρα γίνεται παρατάξεως, στρατευομένων τῶν συναγομένων ἐθνῶν πρὸς τὸ ἐκπολεμηθῆναι τὴν Ἰερουσαλήμ. Πρὸς γὰρ αὐτὴν ἀπαγγέλλεται τὸ διαμερισθῆναι τὰ σκῦλα αὐτῆς ἐν αὐτῇ, καὶ ἔτι τὰς οἰκίας τῶν οἰκητόρων προνομευθήσεσθαι, καὶ μολυνθήσεσθαι τὰς γυναῖκας αὐτῶν. 5.25 Ὅνπερ γὰρ τρόπον ἐπώδυνον καὶ σφόδρα ἀνιαρόν ἐστιν τὸ ἐπ' ὄψεσιν τῶν πολιτῶν μερίζε̣σθαι τοὺς κρατήσα̣ντας, μάλιστα ὅτε μὴ μόνα τὰ κοινὰ καὶ δημόσια κειμήλια ἀλλὰ καὶ τὰ ἑκάστου, προνομευομένων τῶν οἰκιῶν αὐτῶν, μᾶλλον δὲ τούτων ἁπάντων λυπηρόν τε καὶ ἐπαχθὲς ὑπα´̣ρχει τὸ μολύνεσθαι αἰσχρῶς τὰς γυ̣ναῖκας, ὁρώντων τῶν συμβιούντων κωλύειν τὸ ἀθ̣έμιτον μὴ δυναμε´̣νων, ἀσθενείας πολλῆς κρατησάσης, ὡς καὶ τὸ ἥμισυ τῆς πόλεω̣ς αὐτῆς ἀποσπασθῆναι ἔξω τοῦ ἰδίου ἄστεως, οὐδὲν τοιοῦτον πεισομένων τῶν ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ φρουρουμένων. Οὗτοι δέ εἰσιν οἱ συμπληροῦντες τὸ τρίτον, εἰρημένον σῴζεσθαι μετὰ τὸ ἐξολεθρευθῆναι τὰ δύο μέρη καὶ ἐκλεῖψαι. 5.26 Τοιαύτην τινὰ ὠμοτάτην προνομὴν καὶ ἐν Ἠσαΐᾳ ἀπειλεῖ ὁ θεῖος λόγος· ἔχει δ' οὕτως ἡ προφητικὴ λέξις· «Οἵτινες συνηγμένοι εἰσίν», συνεστραμμένοι πρὸς ἑαυτούς, «μαχαίρᾳ πεσοῦνται· καὶ τὰ τέκνα ὑμῶν ἐνώπιον ὑμῶν ῥήξουσιν, καὶ τὰς οἰκίας ὑμῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας ὑμῶν ἕξουσιν.» 5.27 ∆είκνυται ἡ ὑπερβολὴ τοῦ τὰς γυναῖκας ἐπίπροσθεν τῶν συνοικούντων ἀνδρῶν βίαν πάσχειν ὑπὸ τυραννούντων πολεμίων καὶ ἐκ τοῦ λεχθέντος πρὸς τὸν φαῦλον ἱερέα Ἀμεσσίαν ὑπὸ τοῦ ὀξὺ καθορῶντος προφήτου Ἀμώς· «Ἡ γυνή σου ἐν τῇ πόλει ἐκπορνεύσει, καὶ ἡ γῆ σου σχοινίῳ καταμετρηθήσεται.» Ἀμφότερα δὲ τὰ ἠπειλημένα ἀνιαρὰ καὶ ὀδύνην ἐμποιοῦντα τοῖς συμβιοῦσιν ὁρῶσιν τὰς συνοίκους ἔνδον ἐν τῇ πόλει καὶ μὴ