1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

153

συμπνεόντων καὶ τῶν ἄλλων θεραπευτῶν φήσας· «Οὐ σοί, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ ἀλλ' ἢ τῶν ἱερέων», ἐφ' ᾧ δ̣υσχεράνας ἐξέτεινε τὴν χεῖρα μετὰ θυμοῦ ἐπὶ τῷ συλληφθῆναι ὑπὸ τῶν δορυφόρων τοὺς ἱερέας ἵνα αὐτοὺς κακώσῃ· ἀλλ' εὐθέως ἡ χεὶρ αὐτοῦ λελέπρωται, ὡς παραχρῆμα ἔξω τοῦ ναοῦ βαλέσθαι τὸν τύραννον, μιανθέντος τοῦ ἱεροῦ ὅσον ἐπὶ τῇ προπετείᾳ καὶ ὠμότητι αὐτοῦ σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν ἄλλῳ πρᾶξιν ἢ μόνοις τοῖς προσεδρεύουσι τῷ ναῷ ἱερεῦσιν. 5.62 Πρὸς τῷ ἀποτετευχέναι ᾧ εἰς ἑαυτὸν ἐπισπάσασθαι βεβούληται, καὶ τῶν ἔργων τῆς βασιλείας ἐκ τῆς ἀκαθάρτου λέπρας ἐνεποδίσθη, ἐκτελοῦντος αὐτὰ λοιπὸν τοῦ μέλλοντος διαδέξασθαι τὴν ἀρχὴν υἱοῦ αὐτοῦ. 5.63 Ἐν ταῖς ἡμέραις τοῦ ἐκ τῆς συγχύσεως σεισμοῦ, φάραγξ γέγονεν ἐγκολληθεῖσα τοῖς ὄρεσιν, ἐν ταῖς τοῦ Ἰούδα ἡμέραις, βασιλεύοντος Ὀζίου. 5.64 Ὁ νῦν δηλούμενος σεισμὸς κεῖται καὶ ἐν ἀρχῇ Ἀμὼς τοῦ προφήτου· «Λόγοι γάρ, φησίν, Ἀμώς, οἱ γενάμενοι ἐκ Θεκουέ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου», σεισμοῦ λεγομένου ἐνταῦθα, κατὰ περιφερομένην παράδοσιν ἰουδαϊκήν, τῆς φανείσης ὀπτασίας τῷ Ἠσαΐᾳ, περὶ ἧς οὕτω γέγραπται· «Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ̣ εἱστήκεισαν κύκλῳ αὐτ̣οῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί», καὶ μετ' ὀλίγα· «Καὶ ἐκέκραγεν ὁ ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» 5.65 Πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης τοῦ Θεοῦ γέγονεν τεθνηκότος τοῦ Ὀζίου μεθ' ἣν ἔπραξεν παρανομίαν. Πῶς γὰρ οὐ κλόνος μεταβολῆς εἰς τὸ κρεῖττον γέγονεν ὀφθέντος Θεοῦ ὅπως πληρωθῇ τῆς δόξης αὐτοῦ ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἀφαίρεσις γένηται τῶν ἀνομιῶν τοῦ κατανυγέντος ἐν τῷ ἑωρακέναι τὴν θείαν ὀπτασίαν καὶ ἄφεσις τῶν ἁμαρτημάτων τοῦ λαοῦ παντός; 5.66 Ἐν ταῖς ἡμέραις τοῦ θανάτου Ὀζίου τοῦ βαραθρῶσαι θελήσαντος τοὺς θείους νόμους, σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν αὐτῷ ἱερατικὴν λειτουργίαν, ἐνεκολλήθη ἣν ἐκαινοτόμησεν διάσχισιν τῶν νόμων, πάλιν τοῦ ἱερέως ἀκωλύτως τὰ ἴδια ἐν τῷ ναῷ ἐκτελοῦντος καὶ τοῦ βασιλέως τὴν τῶν ἀρχομένων προστασίαν περιέποντος οὐκ ἐφαπτομένου τῶν ἱερατικῶν ἔτι διὰ τὸ μὴ αὐτῷ ἀνακεῖσθαι τὴν τῶν ἱερέων θεραπείαν. 5.67 Ἢ τὸ Ἀσαὴλ ἐνταῦθα ὄνομα τόπου ἐστίν, ὁ τοὺς τόπους τῆς Ἰουδαίας περιαθρήσας ἀποφηνάσθω, τὸ δοκοῦν ἀκριβές τι κατειληφώς. 5.68 Zach. XIV, 5-7: Καὶ ἥξει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς. Καὶ ψύχη καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 5.69 Ἡ προκειμένη φωνὴ σημαίνειν δύναται δευτέραν καὶ ἐπίδοξον παρουσίαν τοῦ Σωτῆρος, περὶ ἧς ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ὑψηλῶς καὶ θεοπρεπῶς εἶπεν οὕτως· «Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν.» 5.70 Ἡ νόησις αὕτη ὑποβάλλε̣ται ἐξ οὗ εἶπεν περὶ ἑαυτοῦ ὁ Σωτήρ· «Φυλαὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Πῶς γὰρ οὐ μετὰ δόξης πολλῆς ἐπιλάμψει ὁ βασιλικῶς ἐλευσόμενος; ῎Ε̣ρχεται δὲ καὶ μετὰ δυνάμεως πολλῆς, τῶν ἁγίων μετ' αὐτοῦ ἐλευσομένων, οὐκ ἀνδρῶν μόνων ἀλλὰ καὶ ἀγγέλων. Ἀκόλουθον γὰρ ὑπάρχει «τοὺς αὐτόπτας κ̣αὶ ὑπηρέτας αὐτοῦ γεναμένους» καὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποσταλέντα» ὑπ' αὐτοῦ ἐπιλάμπειν σὺν αὐτῷ, ὅπως καὶ αὐτὸς γνωσθῇ βασιλεὺς αὐτῶν καὶ αὐτοὶ δυνάμεις αὐτοῦ, τοῦτ' ἔστιν στρατιά. 5.71 Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ Κύριος ὁ Θεὸς ἥξει οὐκ ἔσται φῶς αἰσθητόν, τοῦ ἀληθινοῦ καὶ ἀϊδίου φωτὸς ποιοῦντος αὐτήν, κατὰ τὰ ἐν Ἠσαΐᾳ προαναφωνηθέντα περὶ τοῦ τελείου φωτισμοῦ ὧδε ἔχοντα· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας,