1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

159

αὐτῆς, ἵνα ὁ εὐφραίνω̣ν καρδ̣ίαν ἀνθρώπου οἶνος ποιῆται. 5.115 Περ̣ι`̣ τοιούτων θεωρημα´̣των καὶ ὑπὲρ τῶν λη̣νῶν ᾠδαὶ καὶ ψαλμοὶ ἀνεγράφησαν. Μὴ γὰρ πτωχεύσῃ ἡμῖν ὁ νοῦς ἐπὶ τοσοῦτον ὡς ὑπολαβεῖν περὶ αἰσθη̣τ̣ῶν ληνῶν καὶ ὑποληνίων τοὺς πνευματοφόρους ἄνδρας δι' ἐπιχορηγίας τοῦ ἁγίου Πνεύματος εἰρηκέναι, ἀλλὰ περὶ νοημάτων ὑψηλῶς ἀνηγμένων. 5.116 Συνᾴδει τῷ κατοικεῖν τοιαῦτα ὑπολήνια τὸ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων λεγόμενον ὑπὸ τῆς νύμφης πρὸς ἑταίρους τοῦ νυμφίου· «Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην.» 5.117 Τῶν ὑποβαλλομένων ὑπὸ τῆς προκειμένης προφητείας πληρωθέντων, οὐκέτι ἔσται ἀνάθεμα, κατοικ̣ούσης λοιπὸν τῆς Ἰερουσαλὴμ μετὰ τῆς πεποιθήσεως τῆς ἐπὶ βασιλέα, μαθούσης ὅτι «ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον», καὶ τὸ παροιμιῶδες φε´̣ρον· «Πεποιθὼς δὲ ἐπὶ Κύριον μακαριστός.» 5.118 Πῶς δὲ τούτων ὑπαρξάντων οὐκ ἔστιν ἔτι ἀνάθεμα θεωρητέον. ∆ιχῶς γὰρ λέγεται τοῦτο, ὁτὲ μὲν δηλουμένου ἐκ τῆς λέξεω̣ς τοῦ ἀπηγορευμένου διὰ προσοῦσαν μιαρότητα, ὁτὲ δὲ τ̣οῦ ἀφιερουμένου καὶ ὁμολογουμένου Θεῷ. Καὶ περὶ μὲν τ̣οῦ προτέρου ἐκληπτέον τὸ γραφὲν οὕτως· «Εἴ τις οὐ φιλεῖ Κύριον, ἤτω ἀνάθεμα», καὶ τὸ οὕτως ἔχον· «Οὐδεὶς ἐν πνεύματι Θ̣εοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς.» Κατὰ τοῦτο τὸ σημαινόμενον, ἤθελεν ὁ Παῦλος «εἶναι ἀνάθεμα ὑπὲρ τῶν ἀδελφῶν καὶ συγγενῶν κατὰ σάρκα». Περὶ δὲ τοῦ ὑστέρου σημαινομένου ·· τῆς ἀνάθεμα λέξεως, πολλὰ ἔστι συναγαγεῖν ῥητὰ ἐκ τῆς τῶν γραφῶν ἱστορίας, ἅπερ ἑαυτῷ ὁ φιλόλογος εὑρήσει. 5.119 Ὅταν τοιγαροῦν μετὰ πεποιθήσεως κατοικήσῃ Ἰερουσαλήμ, οὐδεὶς ἔτι ἐν αὐτῇ ἀναθεματιστέος ἔσται οὐδὲ ἀφίδρυμα, ἐξολοθρευθέντων ἀπ' αὐτῆς τῶν γλ̣υπτῶν καὶ τῶν χωνευτῶν. Τούτων γὰρ ἐκτὸς γεγενημένων, πεποιθότως κατοικήσει ἔχουσα τὴν πνευματικὴν ἀσφάλειαν, περὶ ἧς Ἰερεμίας ὁ προφήτης ἔφρασεν εἰπών· «Καὶ εὐλογημένος ἔσται ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ.» 5.120 Zach. XIV, 12: Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. 5.121 Αὕτη ἡ πτῶσις τοῖς στρατοπεδεύσασιν ἐπ' αὐτὴν καὶ χάρακας αὐτῇ περιβαλοῦσιν. Τίνα δ' ἐστὶν ἃ προαναφωνεῖ τοῖς κυκλ̣οῦσιν τὴν καλλίπολιν Ἰερουσαλήμ; Τακήσονται, φησίν, αἱ σάρκες αὐτῶν τῶν ἑστηκότων ἐπὶ τοὺς πόδας αὐτῶν, ἤτοι ἀπὸ πολλῆς ἀσιτίας ἢ δέους τῶν προσδοκουμένων κακωτικῶν τε καὶ ἐπιπόνων. Εἰς τοσοῦτον δὲ τῆξις τῶν σαρκῶν αὐτῶν γενήσεται, ὡς τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκρυῆναι καὶ τῶν ὀπῶν ἔξω γενέσθαι καὶ τακῆναι ἐν τῷ στόματι τὴν γλῶσσαν αὐτῶν. 5.122 Ὑπῆρκται δὲ ἡ κακοπραγία αὕτη οὐ τοσοῦτον τοῖς κυκλώσασιν καὶ πορθήσασιν τὴν αἰσθητὴν Ἰερουσαλήμ, ὡς τοῖς διώξασιν τὸν χριστιανισμὸν καὶ τὴν Χριστοῦ Ἐκκλησίαν, κατ' ἀναγωγὴν οὖσαν Ἰερουσαλήμ. 5.123 Περιέχει ἡ τῶν χριστιανῶν ἱστορία ὅσα καὶ οἷα δεινὰ καὶ ἀληθῶς ··· ····χ̣θη θείᾳ κρίσει κατὰ τῶν πορθησάντων τοὺς ·· ····σου δούλους καὶ τοὺς συνακτηρίους τόπους ὡς εἰς ἐ´̣δαφος αὐτοὺς κατασπάσαι καὶ τὰς θείας βίβλους πυρὶ παραδοῦναι. Ἐντελέστερον καὶ διὰ πλειόν̣ων περὶ τῶν τοιούτων πεπραγμάτευται ἡμῖν ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, ὧν εἰς τὴν ἀνάγνωσιν παραπέμπομεν διὰ προτροπῆς τοὺς φιλοκάλους. 5.124 Πλήττει Θεὸς τοὺς κυκλώσαντας Ἰερουσαλὴμ πολεμίων τρόπῳ, ἵνα πέσωσιν ἀπὸ χειρίστης στάσεως ἧς ἐφύλαττον ἐμμένοντες τῇ δεισιδαίμονι λατρείᾳ. Ἐπωφελῶς τῆς πτώσεως ταύτης γινομένης, ἔγερσις καὶ στάσις διαδέξεται ὑπερβάλλοντας ἐπαίνους ἔχουσα. 5.125 Περὶ τῆς θεωρίας ταύτης, πληρωθεὶς ἁγίου Πνεύματος, ὁ δικαιωθεὶς Συμεὼν εἰς τὰς ἀγκάλας ἑαυτοῦ δεξάμενος τὸ ἐκ τῆς ἀπειρογάμου Μαρίας τεχθὲν βρέφος, δεικνὺς αὐτό φησιν· «Ἰδοὺ οὗτος κεῖται εἰς