1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

161

ὑπάρχει καὶ τὸ ὑπὸ τοῦ Ἁμβακοὺμ γεγραμμένον· «Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» Τὴν οὕτω ἡρμηνευμένην ἔκστασιν γεγονέναι παρὰ Κυρίου ἐπὶ τοὺς εὐεργετουμένους̣ μεμεγεθυσμένην ὁ προφήτης φησίν. 5.135 Οὗ συμβάντος, «παρατάξεται ὁ Ἰούδας ἐν τῇ Ἰερουσαλήμ», περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου», ὁ ὑπὲρ πάντων ἐξομολογούμενος Ἰούδας. Παρατάσσεται δὲ ὁ μεταλαμβανόμενος Ἰούδας ἐξομολογούμενος ἐν τῇ ἀληθινῇ Ἰερουσαλήμ, ἐν ᾗ «ὁ κατοικῶν οὐ σαλεύεται εἰς τὸν αἰῶνα», ἵνα συναγάγῃ κυκλόθεν τὴν ἰσχὺν πάντων τῶν λαῶν, χρυσίον καὶ ἀργύριον καὶ πλῆθος ἱματίων, οὖσαν σφόδρα. 5.136 Πολλάκις σεσαφήνισται καὶ ἐν ἄλλαις θεοπνεύστοις γραφαῖς καὶ τῷ εἰς ἐξέτασιν προκειμένῳ προ̣φήτῃ σημαίνεσθαι τὸν νοῦν τὸν πεφωτισμένον τῇ σημασίᾳ τοῦ χρυσοῦ καὶ τὸν συνετὸν καὶ ἠκριβωμένον λόγον τῇ τοῦ ἀργυρίου προσηγορίᾳ. Ὅθεν προσήκει καταλλήλως τῷ χρυ̣σῷ καὶ ἀργυρίῳ καὶ τὰ ἱμάτια ἐφαρμόσαι, ὧν μέγα τὸ πλ̣ῆθος ὁ ἁ´̣γιος Ἰούδας συνῆξεν κυκλόθεν ἀπὸ πάντων̣ τῶν λαῶν̣, του῀̣τ' ἔστιν πάντων τῶν πεπιστευκότων ἐξ ἐθνῶν. 5.137 Ἱματισμὸς δὲ καὶ ἱμάτια κατὰ θείαν ἀναγωγη`̣ν̣ αἱ κατ' εἰ῀̣δ̣ος ἀρετ̣αὶ τυγχάνουσιν καὶ αἱ κατ' αὐτὰς ἐπιτελούμεναι πράξεις, καὶ τὰ δόγματα τῆς εὐσεβείας καὶ τὰ τη῀̣ς ἀληθείας μυστήρια. Τούτοις τοῖς ἀμφίοις ἐγκαλύπτεται ···· η῾̣ Χριστοῦ νύμφη, Ἐκκλησία οὖσα, καὶ βασιλίς, ὡς ἐν τετταρακοστῷ καὶ τετάρτῳ Ψαλμῷ ᾄδεται· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη», καὶ προσέτι· «Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένοις.» 5.138 Μὴ γὰρ ἐπὶ τοσοῦτον ἡ διάνοια τυφλωθείη ὡς νομίσαι περὶ ἐσθημάτων σωματικῶν διδάσκειν τὸ ἅγιον Πνεῦμα, ἀλλὰ περὶ ἱματίων ἐπόντων καὶ κοσμούντων τὸν ἔσω ἄνθρωπον, περὶ ὧν ἐν Ἐκκλησιαστῇ γέγραπται προστακτικῶς· «Ἐν παντὶ καιρῷ λευκὰ ἔστωσαν τὰ ἱμάτιά σο̣υ», ἃ αὐτὸς ὁ Θεὸς ἀμφιέννυσιν καὶ ἐνδιδύσκει τὴν εὐχαριστητικῶς λέγουσαν ψυχήν· «Ἀγαλλιῶμαι ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσεν γάρ με ἱματισμὸν σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» 5.139 Πρὸς τὴν οὕτω ἐναβρυνομένην ἐπὶ κόσμῳ ἐσθημάτων, ὁ παρασχὼν αὐτῇ αὐτὰ νυμφίος φησίν· «Ἐνέδυσά σε τρίχαπτα καὶ βύσσινα», τρίχαπτα καλῶν τ̣ὰ ἐξ ἰσχνοτ̣άτων̣ καὶ λεπτῶν νοημάτων καὶ ἔργων ὑφ̣ανθέντα ··· β̣ύσσινα δέ ἐστιν τὰ ἐκ τῶν αἰσθητῶν πράξεών τε καὶ λόγων συμπλακέντα, τῆς βύσσου ἐκ τῆς γῆς φυομένης, ὡς κατὰ τοῦτο το̣ῖς αἰσθ̣ητοῖς παραβάλλεσθαι. 5.140 Συναγαγὼν ὁ Ἰούδας παραταξόμενος ἐν τῇ ὁρώσῃ τὴν εἰρήνην νοητῇ Ἰερουσαλὴμ τὴν ἰσχὺν τῶν λαῶν κυκλόθεν, συνήγαγεν τὰ νοητὰ τῶν λαῶν κειμήλια ὑπάρχοντα χρυσίον, ἀργύριον, πλῆθος ἱματίων σφόδρα, νοῦν δηλονότι καὶ λόγον κατὰ τὰ ἡρμηνευμένα κατ' ἀναγωγὴν καὶ τὸν ἀποδοθέντα ἱματισμὸν εἰς πλῆθος σφόδρα συνηγμένον. Αὐτάρκως εἰς τὸ παρὸν ῥητὸν γεναμένης σαφηνείας, τὰ ἑξῆς αὐτῷ ἐκθώμεθα. 5.141 Zach. XIV, 15: Καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλ̣ων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. 5.142 Ὥσπερ τὰ ἑστηκότα κακῶς ἔθνη πεσόντα μακαρίως 5.142 καὶ ἐπαινετῶς ἀνέστ̣η, ὡς ἀρτίως ἡρμηνεύθη, οὕτως οἱ κατ' ἀλληγορίαν ἵπποι, ἡμίονοι, κάμηλοι, ὄνοι, πεσόντες ἀπὸ τῆς στάσεως ἧς εἰσιν τοιοῦτοι, σωτηριωδῶς ἀν̣αστήσονται ἐπὶ ἰδίῳ καλῷ. 5.143 Οἱ γὰρ θηλυμανεῖς ἵπποι γενόμενοι τῷ χρεμετίζειν ἐπὶ τὰς τοῦ πλησίον γαμετάς, πεπτώκασιν ἀπὸ τοῦ φιληδ̣όνου πάθους καὶ μοιχικῆς καταστάσεως, ἵν' ἀναστῶσιν εἰς ἐπαινετὴν ἀνέγερσιν, περὶ ἧς Ἰησοῦς τοῖς παιδευομένοις εἶπεν· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν», καὶ πρὸς τὴν ἀπὸ τῶν ἐθνῶν̣ Ἐκκλησίαν γενομένην αὐτοῦ νύμφην βοᾷ· «Ἀνάστα ἐλθέ, ἡ πλησίον μου.» Τῆς νοήσεως ταύτης τυγχάνει τὸ ἀποστολικὸν ἔχον ὧδε· «Ἔγειρε, ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.»