1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

9

παραδοθεῖσαν ἐν τῇ μυσταγωγίᾳ τοῦ φωτίσματος παρὰ τοῦ πάντων δεσπότου ἐστὶν ἡ κοινωνία ἣν Πέτρος ἔγραψεν· «ἵνα γένησθε θείας κοινωνοὶ φύσεως». τὸ γὰρ κτίσμα καὶ ὑπὸ χρόνον ὂν οὐ θεία φύσις ἐστίν. 15.27 Μέμνησο δὲ πρὸς τούτοις, ὅτιπερ «τὴν κοινωνίαν ἡμῶν» εἶπεν «μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ», ἰσοτίμως, καὶ οὐχί «διὰ τοῦ υἱοῦ αὐτοῦ». 15.28 Καὶ ὁ Ἀμὼς δὲ προφητεύων «παντοκράτορα» ὁμοίως τὸν υἱὸν ὀνομάζει οὕτω που λέγων· «ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, κύριος, ὁ θεός, ὁ παντοκράτωρ ὄνομα αὐτῷ». 15.29 Περὶ ἦς ἀναβάσεως ψάλλει καὶ ∆αυΐδ· «ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος». 15.30 Ἄμφω ταῦτα περὶ τοῦ υἱοῦ. ὁ γὰρ πατὴρ οὔτε κατέβη οὔτε ἀνέβη, ὡς ὁ ἀπόστολος ἑρμηνεύει γράφων ὧδε· «τὸ δὲ «ἀνέβη» τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον; ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα» ὡς πάντων φησὶν ὑπερανεστηκὼς καὶ ὑπερφέρων ὁμοῦ τῷ τεκόντι πατρί, ἅτε ἀγένητος. 15.31 φανερὸς γάρ ἐστι τοῦτο νοήσας, ἀφ' ὧν καὶ αἱ νοεραὶ δυνάμεις, ἐπειδὴ κτίσματα μεμετρημένα τυγχάνουσιν οὖσαι ἐν οὐρανῷ, ἀλλ' οὐχ ὑπεράνω τῶν οὐρανῶν, οὐδὲ πληροῦσαι τὰ πάντα εἰσίν. 15.32 Καὶ Σοφωνίας «παντοκράτορα» ὡσαύτως ἀναγορεύει αὐτὸν λέγων· «αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. ἐπιφανήσεται κύριος ἐπ' αὐτούς, καὶ ἐξολο θρεύσει κύριος πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προκυνήσουσιν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ». 15.33 Καὶ Μαλαχίας ἑπομένως ἐκ προσώπου τοῦ δεσπότου φάσκει· «διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν δεδόξασταί μου τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνοματί μου καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ. ὑμεῖς δὲ βεβηλοῦτε αὐτό». 15.34 Ἡ γὰρ μνήμη τῆς τε ἐπιφανείας καὶ τοῦ δοξάζεσθαι ἐν τοῖς ἔθνεσιν, τὸν υἱὸν σημαίνεσθαι δείκνυσιν, οὗ τὸ ὄνομα βεβηλοῦσιν Ἰουδαῖοι σὺν τοῖς κτισματολάτραις. καὶ αὐτὴ δὲ ἡ ἀκολουθία παντοκράτορα αὐτὸν εἶναι βούλεται, καθὸ εἰκὼν καὶ μονογενὴς παντοκράτορος κεχρεωστημένος τὸ καὶ ἐν τούτῳ εἰκὼν νοεῖσθαι τοῦ παντοκράτορος. 15.35 Καὶ Παῦλος δὲ Ἑβραίοις γράφει· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης τοῦ πατρός», τοῦτ' ἔστιν συνάναρχος καὶ ὁμοούσιος. ἵνα γὰρ τὰ ἀπαράβλητα παραβολικῶς πως παραδειχθείη, εἰ κἂν οὕτω ποσῶς εἰς νοῦν δεχθείη τὸ ὑπὲρ νοῦν, ἐρῶ- τὸ μέγα καὶ μόνον μέγα μικρῷ συμβάλλων-ὡς ἅμα τε ἥλιος, ἅμα ἐξ ἡλίου φύσεως καὶ ἐξ ὅλου τοῦ δίσκου ἀμερίστως καὶ ἀδιαστάτως καὶ ἰσομέτρως ὅλον τὸ φῶς συνεκφαίνεται καὶ συνενεργεῖ καὶ συμπαρέχει τὴν θέρμην τοῖς αἰσθήσεως δεκτικοῖς. καὶ τῆς τοῦ προέντος οὐσίας τὸ ἀμέσως καὶ οὐχ ὕστερον προχεόμενον καὶ συμπροϊὸν καὶ συνυφιστάμενον φῶς ὅλην ἐν ἑαυτῷ διεκφαίνει τὴν ποιότητα. 15.36 Εἰ δέ, πρὸς τὸ εἶκον ἐκείνοις, «ἦν ὅτε οὐκ ἦν» τὸ ἀπαύγασμα, ποῦ ἡ ἀπαυγάζουσα αὐτὸ ὑπόστασις τοῦ φωτός; συνδιολισθήσει γάρ που πάντως ἐκείνῳ τοῦτο. καὶ μὴν καὶ ∆ανιὴλ προφητεύων εἶπεν· «καὶ φῶς μετ' αὐτοῦ ἦν» ἀντὶ τοῦ «ὁ υἱὸς μετὰ τοῦ πατρός». 15.37 Τοῦτο γὰρ μάλιστα δείκνυσιν τὸ ἀσυνείκαστον καὶ μέγα τῆς θεότητος, ὅτι συνάναρχον αὐτοῦ καὶ σύναρχον ὁμοῦ δὲ καὶ τέλειον καὶ ἀπαράλλακτον ἀπαθῶς ἐγέννησεν ὁ πατήρ. 15.38 κτίσματος γὰρ ἴδιον καὶ οὐ κτίστου, τρεπτοῦ καὶ οὐκ ἀτρέπτου, ὑπὸ κρίσιν καὶ οὐ κριτοῦ, ζωοποιουμένου καὶ οὐ ζωοποιοῦντος, ὑπὸ ἁμαρτίαν καὶ οὐ θεοῦ τὸ μὴ οὕτως γεννῆσαι καὶ γεννηθῆναι. 15.39 εἰ γὰρ αὐτός, οὔπω ἐνεργείας ἄλλης οὐδεμιᾶς γενομένης, «ἐποίησεν τοὺς αἰῶνας», οἱ ἐκ τῶν χρόνων ἀποτελοῦνται, καὶ τοῖς πᾶσιν ἀρχὴν ἐπέθηκεν, οὐδὲν δὲ πρὸ τῶν χρόνων καὶ αἰώνων νοεῖσθαι δύναται εἰ μὴ ἡ ἀκατάληπτος καὶ ἀληθῶς μόνη πρωτίστη καὶ πρωτουργὸς φύσις ἡ μόνως οὖσα ἄναρχος καὶ αἰώνιος καὶ