1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

14

καὶ πᾶσαν εἰληχότων πρὸς αὐτὸν ἐξαλλαγήν. 15.98 καὶ ἄλλως· ὃν ἄν τις παντὸς ποιήματος ποιητὴν ἀποφήναιτο καὶ πᾶσαν βαστάζοντα τὴν κτίσιν καὶ εἰκόνα τοῦ θεοῦ καὶ υἱὸν ὀνομάσοι, τῇ τε ἀληθείᾳ προσέχων καὶ ὑπὸ τῶν θείων λογίων πληροφορούμενος, τοῦτον πῶς ἂν ποίημα ἢ μικρότερον τοῦ φέροντος τὰ πάντα θεοῦ ἢ προγενέστερον ἔχοντα, εἰ μὴ μαίνοιτο, προσομολογήσοι; 15.99 Περὶ δὲ τοῦ θεὸν καὶ ἄγγελον κεκλῆσθαι προφητεύουσιν Μαλαχίας μὲν οὕτως εἰπών· «ἥξει εἰς τὸν ναὸν αὐτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθή κης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;» 15.100 ἡ ἀρχὴ τοῦ ῥητοῦ τὴν οἰκονομίαν, τὸ δὲ ἑπόμενον τὴν φοβερὰν καὶ φιλάνθρωπον αὐτοῦ δευτέραν παρουσίαν δηλοῖ. 15.101 Ἠσαΐας δὲ βοῶν τρόπῳ ᾧ εἰώθασιν οἱ συγχαίροντες ἀγγέλλειν τοῖς οὔπω τοῦ γενομένου ᾐσθημένοις· «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγά λης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης». 15.102 Τοῦτον τὸν θεὸν λόγον καὶ Ἰακὼβ ἄγγελον καλεῖ, ὅτε πορευόμενος εἰς Μεσοποταμίαν κοιμηθεὶς εἶδεν ὄναρ. φησὶν γάρ· «καὶ ἰδοῦ κλίμαξ ἐστηριγμένη ἐπὶ τῆς γῆς, ἧς ἡ κεφαλὴ ἐφικνεῖτο εἰς τὸν οὐρανόν. καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς, ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς καὶ εἶπεν· ἐγὼ κύριος ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαάκ. μὴ φοβοῦ· ἡ γῇ, ἐφ' ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. καὶ ἐγὼ ἔσομαι μετά σου καὶ διαφυ λάξω σε ἐν τῇ ὁδῷ πάσῃ. ᾗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε μετὰ σωτηρί ας εἰς τὸν οἶκον τοῦ πατρός σου. καὶ πλατυνθήσεται τὸ σπέρμα σου ἐπὶ λίβα καὶ θάλασσαν καὶ βορρᾶν καὶ ἀνατολάς». 15.103 Προεφητεύετο δὲ διὰ μὲν τῆς κλίμακος ὁ σταυρός, δι' οὗ οἱ πιστοὶ ἐπὶ τὰς οὐρανίους ἀναβαίνουσιν σκηνάς, ὁ δὲ ἐπὶ τῇ κλίμακι ἐπεστηριγμένος θεὸς αὐτὸς ὁ ἑκουσίως τῷ σταυρῷ ὑπὲρ ἡμῶν προσηλωθείς. 15.104 Καὶ μεθ' ἕτερα· «ηὔξατο», φησίν, «Ἰακώβ· ἐὰν ᾖ κύριος ὁ θεὸς μετ' ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ, ᾖ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι κύριος εἰς θεόν· καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ. καὶ ἀπὸ πάντων, ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι». 15.105 Εἶτα πληθυνθεὶς παρὰ τῷ Λάβαν εἶδεν ἐν τῇ κισσήσει τῶν θρεμμάτων πάλιν ἐν ὀπτασίᾳ τὸν ἀνωτέρω ὀφθέντα αὐτῷ θεὸν 15.106 καὶ διηγήσατο οὑτωσί· «εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ' ὕπνον· Ἰακώβ, ἀνάβλεψον τοῖς ὀφθαλ μοῖς σου καὶ ἰδὲ τοὺς κριοὺς καὶ τοὺς τράγους ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας· οἶδα γάρ, ὅσα σοι Λάβαν ποιήσει. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ᾗ ἤρχου, οὗ ἔστησάς μοι στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν». 15.107 Καὶ ἐν Αἰγύπτῳ δὲ ὁ αὐτὸς Ἰακὼβ τοῖς υἱοῖς Ἰωσὴφ τούτου τοῦ ἀγγέλου καὶ «μεγάλου θεοῦ» τὴν εὐλογίαν αἰτεῖται εἰπών· «ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάν των τῶν κακῶν μου». 16.ν Περὶ τῶν λεγόντων, ὅτι «ἀσύγκριτος καὶ μείζων ὁ πατὴρ τοῦ υἱοῦ» καὶ ὅτι «ἄλλο εἰκὼν καὶ ἄλλο θεὸς» καὶ ὅτι «καὶ ἄνθρωπος εἰκὼν θεοῦ ἐγράφη καὶ δόξα». καὶ περὶ τοῦ μαρτυρεῖσθαι κατ' οὐδὲν διαφέρειν τοῦ υἱοῦ τὸν πατέρα.

16.1 Καὶ τὸ ἀσύγκριτον δὲ καὶ μεῖζον τῷ πατρὶ διὰ τὸ ἀγέννητον

ἀπονέμουσιν, τῷ δὲ υἱῷ τὸ ἀνόμοιον διὰ τὸ ἔχειν τὸ γεννητόν, καθέλκοντες πάλιν τὰ περὶ τῆς ἀρρητοτάτης θεότητος εἰς τὰ τῆς ἡμετέρας φύσεως ἀποτελέσματα καὶ τὰ νοητὰ τοῖς τῆς ὕλης ῥεύμασιν συνεξομοιοῦσθαι νομίζοντες. 16.2 τὰ μὲν γὰρ ὑπερουράνια πάντα νοῦν καὶ πᾶσαν νόησιν ὑπερβαίνοντα, τὰ δὲ γήϊνα καὶ ταπεινὰ καὶ χρόνῳ γινόμενα καὶ ἀπογινόμενα τυγχάνει. 16.3 Ἀλλὰ μάλιστα μὲν ἀνάρχως