1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

15

ἐτέχθη, συνυπάρχων καὶ συμπράττων τῷ ἑαυτοῦ ἀληθινῷ πατρί, ὡς τὸ φῶς τῷ ἡλιακῷ δίσκῳ. 16.4 ἔχει δὲ τὸ εἶναι καὶ ἀπὸ γραφῶν μαρτυρεῖσθαι θεός, κύριος, ἅγιος, δημιουργός, ἄφθαρτος, ζωή, φῶς καὶ πάντα ὅσα ὁ πατήρ. 16.5 καὶ μᾶλλον ἐκ τῶν πλειόνων τὸ ὅμοιον καὶ ἴσον ἔχειν ὀφείλει ἤπερ ἀπὸ τοῦ ἑνὸς τὸ ἀνόμοιον. 16.6 Πῶς δὲ ὁ Ἀδὰμ καὶ ἡ Εὔα οὐ γεννηθέντες οὐδὲ πατέρα ἐσχηκότες τοῖς ἐξ αὐτῶν ἡμῖν ἴσοι τῇ φύσει γεγόνασιν; 16.7 ἢ ποίαν ἁπλῶς παράθεσιν ποιησάμενοι τοῦ ὡς λέγουσιν ἀνομοίου ἢ πῶς παραμετρήσαντες ἐπέστησαν τῷ «κρείττονι καὶ μείζονι»; γραφῆς μὲν οὔτε διοριζούσης τῇ φύσει τὴν ἁγίαν καὶ ἄναρχον μίαν καὶ ἀμέριστον τριάδα, οὐδ' αὖ πάλιν ἀφοριζούσης αὐτῇ τὸ πρώτιστα καὶ τὸ ἔπειτα; 16.8 δήλων δὲ ὄντων δύο τούτων, ὅτι τε οὐ πάντως τὸ μεῖζον ἑτεροούσιόν ἐστι, καὶ ὅτι καθ' ὅλου τὰ συγκριτικὰ ἐπὶ ὁμοουσίων, ἀλλ' οὐκ ἐπὶ ἑτεροουσίων λέγεται. 16.9 οὐκ ἂν δὲ οὐδ' ἐξ ἐπιβολῆς εἴποιεν καίριον, ὅτι οὐδὲ περὶ τοῦ «ἀσυγκρίτου καὶ μείζονος». 16.10 Οὐ κατὰ μέγεθος ἤ τινα ὄγκον· ἀμεγέθης γὰρ καὶ ἀπλατής ἐστιν καὶ πηλικότητος πάσης καὶ συνθέσεως καὶ σχήματος ἀναχωρήσας ὁ θεὸς λόγος, καθὰ καὶ ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, καὶ ὑπὸ μηδενὸς μὲν περιεχόμενος αὐτός, πάντα δὲ ἐμπεριέχων. 16.11 διότι καὶ πάντων ἀρχὴ μεγεθῶν ὡς ποιητής ἐστιν. ποῦ γὰρ ἐν ταῖς ἀκροτάταις καὶ ὑπερασωμάτοις καὶ κρείττοσιν ὑποστάσεσιν μέγεθος; 16.12 Οὐδὲ κατὰ τὸ ἄναρχον. συνυπάρχει γὰρ τῷ πατρὶ ὡς «ἀπαύγασμα τῆς δόξης αὐτοῦ» καὶ μὴ ἔχων πρὸ αὐτοῦ θεόν. 16.13 καὶ γάρ φησιν· «ἐν ἀρχῇ ἦν ὁ λόγος». καὶ οὐδὲ συμμετρεῖται χρόνῳ θεὸς καὶ ποιητὴς ποιήματι. 16.14 ἐπεὶ ἀνάγκη αὐτοὺς ἀπαιτεῖ- ὅπερ καὶ ἐννοεῖν σφαλερόν-πρότερον ὑποστῆσαι τοῦ ἀνάρχου καὶ ἀπερινοήτου θεοῦ καὶ πατρὸς χρόνον καὶ οὕτω συγκρίνειν. 16.15 ἄνθρωποι δὲ εἰώθασι «μείζονας» καλεῖν τοὺς χρόνῳ τὴν γένεσιν προειληφότας, κατὰ τὸν Ἰσαὰκ διαταττόμενον· «ὁ μείζων δουλεύσει τῷ ἐλάττονι». 16.16 Οὐδὲ ὡς αἴτιος. οὐ γὰρ αἴτιος αὐτοῦ. ἄναρχος γὰρ καὶ ὁ μονογενὴς υἱὸς ἐδείχθη· ἐπεὶ ὁμοίως αὐτοῦ τε καὶ ἡμῶν μείζων, ὅπερ μὴ γένοιτο εἰπεῖν ἢ ἀκοῦσαι. 16.17 Οὐδὲ κατὰ τὴν οὐσίαν καὶ τὸ ὅμοιον. ἐξ αὐτοῦ γάρ «ὡς μονογενὴς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας», καὶ ὡς «χαρακτὴρ τῆς ὑποστάσεως» πρὸς ἅπαντα ὢν χαρακτὴρ, καὶ ὡς «εἰκὼν τοῦ θεοῦ», ἣν «ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα». «ἐν αὐτῷ γὰρ κατοι κεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος». 16.18 ἐπισπᾶται δὲ τοῦτο μαρτυρίᾳ καὶ τὸ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν». 16.19 Οὐδὲ κατὰ ποιότητος ἐπίτασιν, ἐπεὶ μὴ ποιότητες αἱ θεῖαι καὶ ἀπόρρητοι ὑποστάσεις· ἐν σώμασι γὰρ ἡ ποιότης· αἱ δὲ ἀσώματοι καὶ νοηταί. 16.20 Ἀλλὰ μηδὲ νοεῖσθαι δύναται περὶ αὐτῶν, ὡς εἴη τοῦ καλοῦ κάλλιον καὶ τοῦ καλλίονος βέλτιον, παραπλησίως τῇ περὶ ἄλλου λεγούσῃ Παύλου φωνῇ· «νυνὶ δὲ μένει τὰ τρία ταῦτα· πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη». 16.21 διὰ γὰρ τὴν εἰς ἀρετὴν ἐπίτασιν ἀπένειμεν τῇ ἀγάπῃ τὸ «μείζων». ἀγαπήσαντες γάρ, φησί, πιστεύομεν καὶ πιστεύσαντες ἐλπίζομεν συμβασιλεῦσαι τῷ Χριστῷ. 16.22 εἰ γὰρ ἀληθὲς τό «εἷς θέος» καὶ τό «ἵνα γένησθε θείας κοινωνοὶ φύσεως» καὶ οὐχί· φύσεων, ἓν εἶναι καὶ τὸ καθάπαξ καλὸν ἀποδέδεικται, φημὶ δέ· ἡ θεότης. 16.23 Οὐδὲ κατὰ τὸ ἴσον, διότι μέγας καί «ἐπὶ πάντων» γέγραπται, «θεός» ὁ υἱός, «ἴσον ἑαυτὸν ποιῶν τῷ πατρί» καί «ὀμνύων καθ' ἑαυτοῦ, ἐπειδὴ μὴ ἔχει τὸν μείζονα». 16.24 Οὐδὲ κατὰ τὴν δύναμιν. γέγραπται γάρ· «Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν», καί «πάντα ὅσα ἂν ποιῇ ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». 16.25 Οὐδὲ κατὰ τὴν δόξαν ἤ τι ἀξίωμα. «εἰ γὰρ ᾔδεσαν», φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». καὶ θέλημά ἐστιν τοῦ πατρὸς κατὰ τὸν Ἰωάννην, «ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα». 16.26 κατὰ τί οὖν λοιπὸν τὸ μείζω καὶ ἀνόμοιον; ὡς ἐδείχθη, κατ' οὐδέν. 16.27 καὶ γοῦν ὁ ἀπόστολος τὰς εἰς τὸν μονογενῆ υἱὸν καὶ θεὸν ἀσεβεῖς ὑπολήψει αἱρετικῶν ἀναστέλλων, τὴν δὲ πρὸς τὸν πατέρα αὐτοῦ τῆς φύσεως ταυτότητα ἔτι δὲ