1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

20

τοῦ πατρός, ἀλλὰ τῇ ὑποστάσει». 18.38 μία γὰρ ἡ ἀμφοτέρων θεότης· ἐπεὶ οὐκέτι τὸ πρῶτον ἀγαθὸν ἓν εὑρίσκεται. «ἀνέγνως γάρ που», φησίν, «ὡς «ἀγαθόν σοι πεποιθέναι ἐπὶ τὸν κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον». «τὸ γὰρ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν». καὶ ὡς ἀγαθῷ ἀκολουθεῖν μοι καὶ κατόπιν μου βαίνειν ὑμᾶς ἀεὶ προέτρεψα». 18.39 ∆ιὸ οὐκ εἶπεν μέν· «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ πατήρ», ἀλλ' «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ὡς καὶ ἐν ἄλλῳ που λέγει· «τί με λέγετε κύριε κύριε καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους;» 18.40 ἡ γὰρ κτίσις, φησίν, κατὰ μετοχὴν τὴν ἀγαθότητα ἔχει, ἀπομιμουμένη πρὸς δύναμιν τὴν ἑαυτῆς, εἰ θέμις εἰπεῖν, τὴν ἔμφυτον καὶ τελείαν τοῦ θεοῦ ἀγαθότητα καὶ δι' αὐτῆς σωζομένη. καὶ ἔστιν ὕπαρξις τοῦ ἐν αὐτῇ ἀγαθοῦ τὸ μετέχειν τῆς τοῦ θεοῦ, προσκολλωμένην αὐτῷ τῇ ὑπακοῇ καὶ τῷ πρὸς αὐτὸν ἔρωτι. 18.41 ἐγράφη γὰρ ὡς «οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται», καί· «μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν», καὶ «μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία». 18.42 δῆλον δέ, ὡς σχέσει καὶ διαθέσει διὰ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν καὶ τὸ πρὸς ἀρετὴν βράδος, ἀλλ' οὐ τόπῳ. 18.43 Ὅτι δὲ καὶ αὐτὸς ἀγαθός ἐστιν, ἅτε φύσει τῷ ἀγαθῷ πατρὶ ὑπάρχων ἕν, αὐτός τε ἐν Ματθαίῳ λέγει· «ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» καὶ πάλιν· «Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.» ἔλεγεν δέ «ἀγαθὴν μερίδα» ἑαυτόν. 18.44 καὶ συνεξαγγέλλουσιν πνεύματι. ἀφανεῖς ἄνδρες, ἀλλὰ καὶ σφόδρα προσομιλήσαντες τῷ θεϊκῷ πνεύματι. 18.45 οἱ δέ εἰσιν μεταξὺ τῶν ἄλλων τῶν συνοπαδῶν αὐτοῖς οὗτοι· ὁ ἱεροψάλτης ἐν ριζʹ ψαλμῷ· «ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός». καὶ ἐν τῷ αὐτῷ· «εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι· ἀγαθός». καὶ Ἰερεμίας ἐθρήνει· «ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἐκζητούσῃ αὐτόν». 18.46 καὶ Ἠσαίας· «κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ». 18.47 Ὅτι δὲ καὶ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα ἀγαθὸν ὑπάρχει, ὁ μνημονευθεὶς ∆αυῒδ ἐν κδʹ ψαλμῷ μελῳδεῖ· «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ». 18.48 πρὸς δὴ τούτοις, εἰ ἀγαθόν ἐστιν ἡ αἰώνιος ζωή, καὶ τὰ ῥήματα τοῦ υἱοῦ. ἔφη γάρ· «ἐγώ εἰμι ἡ ζωή», καὶ πάλιν· «τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν». καὶ εἰ ἀγαθὸν «τοῦ ἁγίου πνεύματος ὁ ἁγιασμός» καὶ ἡ ἐν τῇ φωτίσματι ἐνέργεια- συμμνημονεύεται γὰρ ὡς συνεργόν-, ἔτι δὲ καὶ ἡ διανομὴ τῶν οὐρανίων δωρημάτων, πάντως ἀγαθὸς ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. 18.49 Οὐκ ἀκοῇ δὲ μόνον ἐδιδάχθημεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ὡς ἐγχωρεῖ, τῆς σεπτῆς καὶ ὁμοουσίου τριάδος τὸ ἰδικὸν τῶν ὑποστάσεων· 18.50 τοῦ μὲν πατρὸς ἐξ οὐρανῶν λέγοντος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», τοῦ δὲ μονογενοῦς αὐτοῦ ἐπὶ γῆς βαπτιζομένου, τοῦ δὲ ἑνὸς καὶ μόνου ἁγίου πνεύματος αὐτοῦ κατιόντος ἐν εἴδει περιστερᾶς καὶ μένοντος ἐπ' αὐτὸν τὸν μονογενῆ θεὸν καὶ υἱόν. 18.51 καὶ ∆αυϊτικὸν γὰρ θησαύρισμα ἐν πδʹ τοῦτο πιστοῦται ψαλμῷ, ὅτι ὁ σαρκωθεὶς ἐκ τῶν γηΐνων ἡμῶν ὑπὸ τοῦ θεοῦ πατρὸς ἐμαρτυρεῖτο υἱός. γνώριμος δὲ πᾶσιν ὁ λόγος ἔχων ὧδε· «ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, δικαιοσύνη ἐκ τῶν οὐρανῶν διέκυψεν». 18.52 Ὁμοίως διὰ τὸ μὴ εἶναι διαφορὰν θεότητος τῇ φρικτῇ καὶ ἀχράντῳ τριάδι ποτὲ τὸν πατέρα μετὰ τοῦ υἱοῦ ἐκφαίνουσι τὰ λόγια, ὡς ὅταν λέγῃ ∆αυῒδ μέν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου», Παῦλος δέ· «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ». ποτὲ δὲ τὸν πατέρα μετὰ τοῦ ἁγίου πνεύματος συνάπτουσιν, ὡς ὅταν Ἀγγαῖος προφητεύῃ· «διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ πάλιν· «οὐκ ἐν δυνάμαι μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ' ἢ ἐν πνεύματί μου, εἶπεν κύριος παντοκράτωρ». 18.53 Ἐγχρονιστέον τῷ ῥητῷ. ἐπειδὴ γὰρ ἔστιν ὅτε οἱ ἑτερόδοξοι, τοῦ πνεύματος σὺν τῷ πατρὶ μνημονευομένου, φασὶν ἀνυπόστατον δύναμίν τινα δηλοῦσθαι, ἠσφαλισμένως ἔχει τὸ προκείμενον ῥητόν. 18.54 Καὶ Ἠσαΐας· «καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ