1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

23

πατέρες ὑμῶν καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ. αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. ὣς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου». 19.12 Παῦλος Ἑβραίοις γράφων ἐκ τοῦ αὐτοῦ ψαλμοῦ ἀπὸ τοῦ ἁγίου πνεύματος διορίζεται τόνδε τὸν τρόπον· «καθὼς εἶπεν», φησίν, «τὸ πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη». 19.13 καὶ Στέφανος εἰς τὰς ἀποστολικὰς πράξεις τοὺς Ἰουδαίους ἀπὸ τῆς αὐτῆς ἐντρέπων γραφῆς ἔφη· «σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς». 19.14 Ὁμοίως δὲ ἐξ Αἰγύπτου ὡδηγηκέναι τοὺς Ἑβραίους ὁ μὲν Μωϋσῆς κύριον λέγει. ἐν τῷ δευτερονομίῳ· «κύριος γάρ», φησίν, «μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλ λότριος». 19.15 καὶ ὁ Ἱερεμίας ὡσαύτως· «καὶ οὐκ εἴπατε», φησίν, «ποῦ ἔστιν κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπ του, ὁ καθοδηγήσας ὑμᾶς ἐν τῇ ἐρήμῳ;» 19.16 Ὁ δέ γε Ἠσαΐας τὸ ἅγιον πνεῦμα ὡδηγηκέναι λέγει· «ἤγαγεν γάρ», φησίν, «αὐτοὺς διὰ ἀβύσσου ὡς ἵππον δι' ἐρήμου καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγη σεν αὐτούς». 19.17 Ὁ δὲ Παῦλος ὁδηγὸν αὐτῶν τὸν Χριστὸν γεγενῆσθαι διδάσκει· «ἔπινον γάρ», φησίν, «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός». 19.18 ᾧ συνῳδὰ καὶ Ἰούδας καθολικῶς γράφει· «ἅπαξ γὰρ κύριος Ἰησοῦς λαὸν ἐξ Αἰγύπτου σώσας, δεύτερον τοὺς μὴ πισ τεύσαντας αὐτῷ ἀπώλεσεν». 19.19 Ἐνταῦθα οὖν διπλῶς ἀναιρεῖται ἡ ἐπιχείρησις τῶν λεγόντων κτίσμα τὸν σεπτὸν υἱὸν καὶ τὸ θεϊκὸν πνεῦμα, ἀπό τε τοῦ περὶ ἑκατέρας ὑποστάσεως κεχρησμῳδῆσθαι τὰ τὴν ἄπειρον μίαν φύσιν κατασημαίνοντα, ἀπό τε τοῦ παρακεῖσθαι ὅτι «οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος», τοῦτ' ἔστιν ἑτεροούσιος. 19.20 Τὸν ἴσον τρόπον Μωϋσῆς μὲν λέγει· «οὐκ ἔσται μερὶς οὐδὲ κλῆρος τοῖς Λευίταις ἐπὶ τῆς γῆς· κύριος αὐτὸς μερὶς αὐτῶν». Ἱερεμίας δέ· «ὁ πλάσας», φησίν, «τὰ πάντα αὐτὸς κληρονομία τοῦ Ἰακώβ. κύριος ὄνομα αὐτῷ». ∆αυῒδ δὲ ἐν ιεʹ ψαλμῷ· «κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». 19.21 Ὁ δέ γε Παῦλος τὸ ἅγιον πνεῦμα τὴν κληρονομίαν εἶναι Ἐφεσίοις ἐπιστέλλει· «ἐν ᾧ», φησίν, «πιστεύσαντες ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν». 19.22 ὁμοίως Παῦλος Κορινθίοις γράφει· «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονι ῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσιν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν». 19.23 δεικνὺς δὲ τὴν ταυτότητα τῆς θεότητος οὐ μόνον ἐνταῦθα πρώτου ἐπιμέμνηται τοῦ πνεύματος, εἶτα τοῦ υἱοῦ καὶ οὕτω τοῦ πατρός, ἀλλὰ καὶ ὁ νῦν εἰρηκὼς τὸν θεὸν τὰ πάντα ἐνεργεῖν, μετ' ὀλίγον ἐπάγει· «ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται», 19.24 σαφῶς καὶ διαρρήδην αὐτὸ θεὸν ὁμοούσιον τῷ πατρὶ καὶ τῷ υἱῷ ἅμα καὶ αὐτεξούσιον παριστῶν. 19.25 Ἔστιν ἀκοῦσαι καὶ τοῦ θεοῦ καὶ πατρὸς παρ' Ἠσαΐᾳ μὲν εἰρηκότος· «καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω», Ἰωάννου δὲ φήσαντος· «ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα» ἤδη γὰρ ᾔδει σαφῶς, ὅτι οὐχ ἑτεροουσίῳ τῷ μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι ἡ δόξα ἀναπέμπεται. 19.26 πάλιν τοῦ Μάρκου λέγοντος ἀπὸ τοῦ Χριστοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοι χαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων». 19.27 Ὁ Ματθαῖος τὸ αὐτὸ κεφάλαιον ἐκτιθέμενος οὐκ εἶπεν· «ἐν τῇ τοῦ πατρός», ἀλλ' «ἐν τῇ τοῦ υἱοῦ», οὕτω γράψας· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ