1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

26

24.8 καὶ πάλιν. «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». 24.9 καὶ πάλιν· «ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἐξ ὑμῶν ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκο πῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ». 25.ν Περὶ τοῦ διὰ τὴν αὐτὴν τῆς ὁμοουσιότητος τῆς τριάδος αἰτίαν τὴν γραφήν, ἅπερ νῦν λέγει τοῦ πατρός, ἄλλοτε λέγειν τοῦ υἱοῦ ἤ τοῦ ἁγίου πνεύματος. 25.1 Μίαν θεότητα καὶ δεσποτείαν ἡ γραφὴ δηλοῦσα, ἅπερ νῦν λέγει τοῦ πατρός, ἄλλοτε φάσκει τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος εἶναι· 25.2 ὡς ἡνίκα ὁ σωτὴρ παρὰ Ματθαίῳ Ἰουδαίοις λέγει· «ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ»· 25.3 καὶ ὡς ὅταν ὁ ἀοίδιμος γράφει Παῦλος Φιλιππησίοις μέν· «οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ», Γαλάταις δέ· «οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», καὶ Κορινθίοις· «ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντος τούτου· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα νόντι καὶ ἐγερθέντι». 25.4 καὶ πάλιν· «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν»· καὶ πάλιν· «ζηλοῦτε δὲ τὰ πνευματικά». 25.5 Ἔτι καὶ τὴν ἐκκλησίαν, ἥτις νοεῖται σὺν τῇ ἀναπεμπομένη ἐν αὐτῇ δόξῃ καὶ τῇ προσαγομένῃ ἀναιμάκτῳ λατρείᾳ, Κορινθίοις μὲν τὸ πρῶτον γράφων, τοῦ θεοῦ εἶναι κατήγγειλεν οὑτωσί· «ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ», καὶ πάλιν· «ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ». 25.6 Ἐφεσίοις δὲ πάλιν ἐπιστέλλων, τοῦ Χριστοῦ εἶναι αὐτὴν ἐδίδαξεν ὧδε εἰπών· «ἵνα παραστήσῃ ἑαυτῷ ἄμεμπτον τὴν ἐκκλησίαν, μὴν ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος». 25.7 Εἰ γὰρ μὴ ὧδε αὐτῷ ἐδόκει, ἑρμηνεύσει τις, τί βούλεται εἰπὼν ὁ προφήτης Ἀγγαῖος ὅτι «μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην», τουτέστιν τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῆς ἐν αὐτῇ δοξολογίας παρὰ τὴν συναγωγὴν Ἰουδαίων, ἐν ᾖ μόνος ὁ θεὸς καὶ πατὴρ ἐθεολογεῖτο καὶ ἐδοξάζετο. 25.8 Ἑπομένως τοίνυν καὶ τὸ εὐαγγέλιον νῦν μὲν θεοῦ τοῦ πατρὸς εἶναι λέγει γράφων Ῥωμαίοις· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγ γέλιον θεοῦ»· 25.9 καὶ πάλιν· «οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται»· 25.10 καὶ Κορινθίοις τὸ δεύτερον· «ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν», 25.11 νῦν δὲ θεοῦ τοῦ μονογενοῦς αὐτὸ τυγχάνειν ἐπιστέλλει Κορινθίοις τὸ μὲν πρῶτον· «ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ»· 25.12 τὸ δὲ δεύτερον· «ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ» 25.13 καὶ πάλιν· «δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ»· 25.14 καὶ Ῥωμαίοις· «μάρτυς γάρ μου ἐστιν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ». 25.15 Ἀλλὰ καὶ τὴν ἱερὰν λειτουργίαν ποτὲ μὲν θεῷ τῷ πατρί, ποτὲ δὲ θεῷ τῷ μονογενεῖ αὐτοῦ υἱῷ ἐκτελεῖσθαι ἔφη 25.16 γράψας Κορινθίος τὸ μὲν πρῶτον· «οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ· ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑ ρεθῇ»· 25.17 τὸ δὲ δεύτερον· «ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι»· 25.18 καὶ πάλιν· «διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λέγω· ὑπὲρ ἐγώ». καὶ ...........................................................