1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

36

κατεψέχθησάν τε καὶ ἀπεβλήθησαν. 30.15 Ἀληθεύσας δὴ οὖν υἱὸν τοῦ θεοῦ διωμολογηκὼς αὐτόν, τουτέστιν 30.15 γνήσιον καὶ ὁμοούσιον, παραπλήσια ἤκουσεν· Βὰρ Ἰωνᾶ, ὁ ἑρμηνεύεται· υἱὲ Ἰωνᾶ. 30.16 οὐκ ἦν δὲ πάντως ἑτεροούσιος τῷ τεκόντι αὐτὸν ὁ Πέτρος. 30.17 Πρὸς τούτοις ἔλαβεν ἐξουσίαν, μᾶλλον δὲ καὶ πάντες δι' αὐτοῦ, μὴ ἀπαγορεύειν τοῖς πταίουσιν, ἀλλὰ δέχεσθαι μετανοοῦντας. 30.18 οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ ὁ ταύτην ἐπιτρέψας τῷ Πέτρῳ τὴν αὐθεντείαν, τοῦτο γάρ ἐστιν· «ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς». 30.19 ἔρριψεν ἔκτοτε τὴν Ναυάτου καὶ Σαββατίου ἀπανθρωπίαν· 30.20 Τοῖς προκειμένοις δὲ αὖ ἕπεται καὶ Παῦλος Γαλάταις γράφων· «ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί», 30.21 καὶ Κολοσσαεῦσιν· «εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν», 30.22 καὶ Κορινθίοις· «πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν», 30.23 καὶ Ἐφεσίοις· «καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα».

31.ν Περὶ τοῦ μὴ εἶναι τέλος τῆς βασιλείας τοῦ μονογενοῦς.

31.1 Καὶ ὥστε αἱρετικοὺς λέγοντας, ὅτι μετὰ τὴν γενικὴν ἀνάστασιν ὁ υἱὸς παραδιδόναι μέλλει τὴν βασιλείαν τῷ πατρί, καταισχύνεσθαι, κηρύττουσι τὸ κράτος τοῦ υἱοῦ εἶναι ἀτελεύτητον οὑτωσί· 31.2 Γαβριὴλ μὲν παρὰ Λουκᾷ εὐαγγελιζόμενος τὴν θεοτόκον· «καὶ δώσει», φησίν, «αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασι λείας αὐτοῦ οὐκ ἔσται τέλος». 31.3 καὶ μάλα ἀληθῶς· εἰ γὰρ ἀποκαθίστησιν, ἐν ποίᾳ αὐτοῦ βασιλείᾳ καὶ πότε συμβασιλεύσομεν αὐτῷ; 31.4 Παῦλος δὲ γράφων πρὸς Ἐφεσίους μέν· «πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ». πάντως δὲ λέγει τὴν μετὰ τὴν ἀνάστασιν. 31.5 πότε οὖν λοιπὸν κατ' ἐκείνους παραδίδωσι τὴν βασιλείαν; 31.6 Πρὸς δὲ Τιμόθεον τῇ δευτέρᾳ ἐπιστολῇ· «διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρί νειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον». 31.7 σαφὲς δέ, ὅτι βασιλείαν λέγει ἣν ἔχει ἀδιαίρετον καὶ ἀδιάδοχον μετὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα. 31.8 Πρὸς δὲ Ἑβραίους· «καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». 31.9 ∆αυῒδ δὲ ἐν μδʹ ψαλμῷ· «ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν. διὰ τοῦτο ἔχρισέν σε, θεέ, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». 31.10 ἄθρει καὶ αὖθις τὴν βασιλείαν αὐτοῦ ἀπέραντον καὶ τὴν θεότητα ἄναρχον. 31.11 διὰ δὲ τὴν ἄρρητον αὐτοῦ ἐνανθρώπησιν ἐπήγαγεν τό «ὁ θεός σου». 31.12 Καὶ ἐν ρμδʹ. «ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ». 31.13 καὶ ἐν τῷ ιʹ ψαλμῷ· «βασιλεύσει κύριος εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». 31.14 Καὶ Πέτρῳ δὲ ὁ υἱὸς τὰς κλεῖς ὡς κύριος δέδωκεν τῆς βασιλείας-οὐ τοῦ νῦν αἰῶνος, οὔπω γὰρ τυγχάνομεν αὐτῆς, ἀλλὰ τοῦ μέλλοντος, ἐν ᾧ καὶ παραδιδόναι αὐτὸν τεκμαίρονται αἱρετικοί-ἐπὶ τὸ εἰσδεχθῆναι μὲν τοὺς ἄναρχον αὐτοῦ καὶ ἀπέραντον τὴν βασιλείαν εἶναι πιστεύοντας, ἀπωσθῆναι δέ, ὡς μικρῷ