1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

37

πρόσθεν εἴρηται, τοὺς μὴ κράζοντας κατὰ τὸν Ναθαναήλ· «σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τῶν Χριστιανῶν». 31.15 Καὶ τὴν προφητείαν δὲ Ἠσαΐου τὴν λέγουσαν· «τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου». Παῦλος μὲν τῷ πνεύματι τοῦ θεοῦ ἀνέθηκεν, Ἰωάννης δὲ τῷ μονογενεῖ, ὡς προείρηται, διὰ τὸ ἐπίκοινον τῆς θεότητος καὶ τῆς ἀδιαδόχου μιᾶς βασιλείας. 31.16 πῶς γὰρ καὶ ἐγχωρεῖ, τὸν μὲν ἄρχειν, τὸν δὲ ὡς ἐν ἀνθρώποις σχολαῖον εἶναι, ὅταν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρὶ μένει καὶ ὁπότε τὸ πνεῦμα ἐκπορεύεται παρὰ τοῦ πατρὸς καὶ μένει παρὰ τῷ υἱῷ θεϊκῶς;

32.ν Περὶ δοξολογίας αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ.

32.1 Τοιγαροῦν καὶ περὶ τῆς δόξης αὐτοῦ θέα, οἷα καὶ αὖθις μαρτυροῦσιν οἱ

ἅγιοι, «ὧν», φησίν, «ὁ κόσμος οὐκ ἦν ἄξιος», διδάσκοντες ἡμᾶς τοὺς χάριτι ἐπὶ τῆς γῆς κληθέντας υἱούς, τὸν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς μονογενῆ υἱὸν ἐν ἴσῃ καθάπερ αὐτὸν δοξάζειν δόξῃ καὶ ἀποβλέπειν εἰς τὴν δόξαν, ἣν εἶχεν πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ τῷ πατρὶ τῷ μὴ φθονοῦντι τῷ ἀγαπητῷ. 32.2 βασκανίας γὰρ καὶ παντὸς πάθους τὸ θεῖον ἐλεύθερον. 32.3 ∆αυῒδ ἐν οαʹ ψαλμῷ, ὃν ὁμολογουμένως περὶ τοῦ Χριστοῦ προεφήτευσεν, «ἔσται», φησίν, «τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. καὶ ἐνευλογηθή σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ πλη ρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο». 32.4 «εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραήλ» εἶπεν ἀντὶ τοῦ· «δοξαζόμενος» ἢ «αἰνούμενος». 32.5 ὁ γὰρ θεὸς εὐλογεῖται μὲν ὑπὸ τῶν ἔργων αὐτοῦ, τουτέστιν δοξάζεται· εὐλογεῖ δὲ αὐτὸς τὰ οἰκεῖα κτίσματα, τουτέστιν ἁγιάζει. 32.6 ἐπισημαντέον δέ, ὡς καὶ θεὸς Ἰσραήλ, ὅ ἐστι θεὸς τῶν πατέρων, καθὰ ὁ πατὴρ αὐτοῦ ἀνείρηται. 32.7 Καὶ ἐν πεʹ ψαλμῷ τὸ παγκρατορικὸν καὶ πανδύναμον τοῦ μονογενοῦς καὶ ὡς ὀφείλεται δοξάζεσθαι παριστῶν ψάλλει· «πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ θεὸς μόνος». 32.8 Καὶ ἐν ιηʹ· «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ». 32.9 πῶς; τῷ δεικνύναι ἀπὸ τῆς δοθείσης αὐτοῖς μεγαλειότητος καὶ ὡραιότητος ἀνυπέρβλητον καὶ δοξαζόμενον τὸν δημιουργήσαντα, ὅς ἐστιν ὁ θεὸς λόγος. 32.10 «τῷ» γάρ «λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ αἱ δυνάμεις αὐτῶν». 32.11 οὔτε οὖν τὴν τῶν ἀψύχων αἰσχύνονται περὶ τῆς δόξης τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μαρτυρίαν. 32.12 Καὶ ἐν κγʹ· «ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύ σεται ὁ βασιλεὺς τῆς δόξης». 32.13 παρακελεύεται τῇ μὲν κάτω κτίσει ἆραι τὰς πύλας ἐν τῇ ἐνανθρωπήσει αὐτοῦ, τῇ δὲ ἄνω ἐν τῇ ἀναλήψει. 32.14 Καὶ ἐν ρι ϛʹ· «αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί». 32.15 Ἠσαΐας δέ· «βασιλέα μετὰ δόξης ὄψεσθε». 32.16 Ἐζεκιὴλ δέ· «εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ» καί «αὕτη ἡ ὅρασις ὁμοίωμα δόξης κυρίου». 32.17 Εἶτα Παῦλος· «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρ του θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου». 32.18 καὶ πάλιν Ῥωμαίοις· 32.18 «διὸ παρέδωκεν αὐτοὺς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρ σίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. οἵτινες μετήλλαξαν τὴν δόξαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας· ἀμήν». 32.19 τίς δὲ ὁ πάντων δημιουργός, ὃν εἶναι λέγει εὐλογητὸν εἰς