1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

41

τιμᾶν τὸν πατέρα, διὰ τούτων αὐτόν τε λυποῦσι καὶ τὸν μονογενῆ αὐτοῦ καὶ τὸ πνεῦμα ἐνυβρίζουσιν.

36.ν Καὶ τοῦτο περὶ τοῦ αὐτοῦ.

36.1 Τοὺς τοίνυν ὀρθοδόξους χρὴ εἰδέναι μέν, ὡς καὶ περὶ μικροῦ ἔργου τοῦ

θεοῦ-εἰ τολμήσαντα μικρὸν ἔργον ἔστι φάναι θεοῦ-τοῖς διαλαβεῖν ἐθέλουσι χρεία λόγων, καὶ ἔργων πρὸ τῶν λόγων, καὶ πίστεως πρὸ ἀμφοῖν τούτων, καὶ πολλῆς εὐλαβείας καὶ κατανοήσεως ἀκροτάτης, ἵνα διὰ ταῦτα γνῶναι ἀξιωθέντες, ὡς καὶ τὸ μικρὸν οὐχ ἁλώσιμον τῇ διανοίᾳ, ἀλλ' ἀπείρως καὶ αὐτὸ τῶν ἀνθρωπίνων ὑπερφέρει ἐπιβολῶν-εἰ γὰρ τοῦ θεοῦ ἔργον, κἂν μικρὸν δοκῇ, μέγα ὡς θεοῦ· «μικροῖς δὲ τὰ μεγάλα πῶς ἕλοι τις ἂν πόνοισιν; ἀμαθές», φασίν, «καὶ τὸ βούλεσθαι τάδε»-, πολλῷ δὲ μᾶλλον ἡ περὶ αὐτοῦ τοῦ ἀφράστου θεοῦ διάληψις ὑπερβαίνουσα καὶ ἀρχαγγέλων αἴσθησιν τῶν μὲν σφαλερῶν ζητήσεων ἀναχωρήσωσινʹ, γινώσκειν αὐτὰ μόνῳ τῷ θεῷ ἀφιέντες, σὺν τῷ ἀποστόλῳ δὲ εἴπωσιν· «ἐπίστευσα, διὸ καὶ ἐλάλησα»· 36.2 τὰς δὲ θεολογίας τῶν γραφῶν νοεῖν οὑτωσί, ὅτιπερ, ὅταν ἀπὸ ἑνὸς προσώπου λέγουσιν, διὰ τὴν μίαν φύσιν καὶ θέλησιν· ὅταν ἀπὸ ἀμφοῖν, διὰ τὸ δείκνυσθαι τὸ ἰδιοσύστατον τῆς ἁγίας καὶ ἀκηράτου τριάδος· 36.3 ὅταν γὰρ Ἠσαΐας λέγῃ· «ἐγὼ κύριος ἐξέτεινα τὸν οὐρανὸν καὶ ἐστερέωσα τὴν γῆν» καὶ πάλιν· «ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος θεὸς πλὴν ἐμοῦ», διὰ τὴν μίαν θεότητα καὶ συμφωνίαν, ὡς προείρηται· 36.4 ὅταν δόξῃ μὴ μνημονεύεσθαι τὸ ἅγιον πνεῦμα, διὰ τὸ συμπεριέχεσθαι αὐτὸ τῷ θεῷ, οὗ πνεῦμα τυγχάνει ὄν· ὅταν τὴν μυσταγωγίαν παραδοὺς ὁ δεσπότης λέγῃ· «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», διὰ τὸ ἰσότιμον καὶ ἰσοσθενὲς καὶ ὁμοούσιον καὶ τὴν εὐκρινίαν τῶν ὑποστάσεων· ὅταν τὸ νῦν περὶ τοῦ θεοῦ καὶ πατρὸς λεχθὲν ἑτέρωθι περὶ τοῦ μονογενοῦς ἢ τοῦ ἁγίου πνεύματος ἀπομέμνηται, διὰ τὰς προλεχθείσας αἰτίας· 36.5 ὅταν τὰ αὐτὰ ἔργα τὴν αὐτὴν ἐνέργειαν ἀμφοτέρας ποιεῖν τὰς ὑποστάσεις διαφόρως διδάσκωσιν, διὰ τὸ ὡς προείρηται· 36.6 ὅταν ἑκάστης ὑποστάσεως δυναμένης δημιουργῆσαι καὶ πάντα ποιῆσαι εὐδόκησεν ὁ θεὸς καὶ πατὴρ διὰ μὲν τοῦ υἱοῦ καὶ θεοῦ ὑποστῆναι πάντα, διὰ δὲ τοῦ ἁγίου πνεύματος ἁγιασθῆναι, διὰ τὸ ἓν θέλημα τῆς τριάδος καὶ τὸ δείκνυσθαι ἐξ αὐτῆς χορηγεῖσθαι πάντα τὰ καλὰ καὶ διὰ τὸ ἡμᾶς κοινὴν αὐτῇ καὶ ἴσην ἀναπέμπειν εὐχαριστίαν καὶ δοξολογίαν· 36.7 ὅταν τοῖς αὐτοῖς ὀνόμασι κέχρηνται ἐπὶ τῆς μακαρίας τριάδος, οἷον «θεὸς», «κύριος», «ἅγιος», «δίκαιος», «ἀγαθὸς» καὶ ὅσα τοιαῦτα, -πλὴν ὅτι «ὁ πατήρ», μόνος καὶ ἀεὶ πατήρ», καὶ «ὁ ἀληθινὸς υἱὸς καὶ θεός», ἀνάρχως υἱὸς καὶ θεός», καὶ «τὸ ἅγιον πνεῦμα» ἀνάρχως ἓν καὶ τὸ αὐτὸ πνεῦμα τοῦ θεοῦ», -διὰ τὴν τῆς φύσεως καὶ βασιλείας καὶ πάντων κοινωνίαν· τοῦτο δὲ ἐπὶ αὐτῆς μόνης· ὅταν ἐν ἀπορρήτῳ διαλέγωνται, διὰ τὸ ἀεὶ τὸ μυστήριον τῆς πίστεως φυλάττεσθαι μόνοις ἀποκαλυπτόμενον πιστοῖς· ὅταν λέγωσιν τὸν μὲν θεὸν πατέρα γεννήσαντα, τὸν δὲ υἱὸν λόγον γεννηθέντα, τὸ δὲ ἅγιον πνεῦμα ἐκπορευόμενον, διὰ τὸ θεϊκῶς νοεῖν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ἀνάρχως καὶ ἀπαθῶς καὶ μὴ παραπλησίως τῶν κτισμάτων προεληλυθέναι τε καὶ ἡνῶσθαι. 36.8 ὅταν λέγῃ· «ὁ πέμψας με πατὴρ μείζων μού ἐστιν» καὶ ὅσα νενόμισται πρὸς θεότητα εἶναι μικρά, διὰ τὴν δι' ἡμᾶς καὶ ὑπὲρ ὑμῶν ἄρρητον καὶ ἑκούσιον αὐτοῦ οἰκονομίαν. ἐπὶ γὰρ τῆς θεότητος οὔτε τὸ μικρὸν οὔτε τὸ μὴ εἶναι πανταχοῦ χώραν ἔχει. 36.9 ὅταν λέγῃ ὁ υἱὸς ὅτι «ὁ πατήρ μου ἐντολήν μοι δέδωκεν, τί εἴπω καὶ τί λαλήσω, καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλάλησα», περὶ δὲ τοῦ ἁγίου πνεύματος· «ἀφ' ἑαυτοῦ οὐ λαλήσει» καὶ ὅσα τοιαῦτα, διὰ τὴν