1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

46

ἀπολελυμένως εἰρῆσθαι υἱὸν καὶ μονογενῆ καὶ λόγον τοῦ θεοῦ Χριστὸν δείκνυσιν γεγεννῆσθαι ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ, ἀλλὰ τὸ ἔχειν συνημμένην τὴν συλλαβὴν τοῦ «μοῦ» καὶ «σοῦ». 2.36 ὡς ἡνίκα ὁ μὲν θεὸς λέγῃ· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός·» καὶ πάλιν· «ὁ λόγος μου ὁ ἀγαθός·» καί· «ἡτοίμασα λύχνον τῷ Χριστῷ μου·» ἡμεῖς δὲ ἀνευφημοῦμεν· «ὁ υἱός σου, ὁ μονογενής σου, ὁ Χριστός σου». 2.37 οὐδέ γε μὴν τὸ ὁμωνύμως ἢ συνωνύμως περὶ ἡμῶν γεγράφθαι· «υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;» ἐξέλκει τὸν υἱὸν τοῦ θεοῦ τῇ ὁμωνυμίᾳ τῆς θεότητος· οὕτω τὸ ἅγιον πνεῦμα οὐ τὸ ἁπλῶς εἰρῆσθαι «πνεῦμα», ἀλλὰ τὸ συνῆφθαι τῷ ὀνόματι ἢ ὡς ἀπὸ τοῦ θεοῦ τὸ «μοῦ» ἢ ὡς ἀπὸ τῆς κτίσεως τὸ «σοῦ» ἢ καὶ τὴν «ἅγιος» ἢ «ἄφθαρτος» ἢ «αἰώνιος» λέξιν δηλοῖ ἐκπεπορεῦσθαι αὐτὸ ἐκ τῆς πατρικῆς ὑποστάσεως· οὐδέ γε μὴν τὸ ὁμωνύμως εἰρῆσθαι τὰ λειτουργικὰ καὶ τὰ ἡμῶν πνεύματα ἢ ἅγια ἢ αἰώνια ἐξέλκει αὐτὸ τοῦ κατὰ φύσιν εἶναι ἀληθινὸν πνεῦμα τοῦ θεοῦ. 2.38 καὶ ἐν τοῖς αἰνίγμασιν γὰρ αὐτοῖς τοῖς περὶ αὐτοῦ εὑρίσκεταί τις πάντως δήλωσις περὶ τῆς θείας αὐτοῦ φύσεως καὶ δυνάμεως. τὰ δὲ κτίσματα πρὸς τὴν ἑαυτῶν φύσιν ἔλαβεν τὸ ἅγιον καὶ αἰώνιον, οὐ καθάπαξ ταῦτα κατὰ φύσιν ἐξ ἑαυτῶν ἔχοντα. 2.39 ἐπεὶ μή γε αὐτοὶ οὗτοι αἱρετικοὶ εὑρίσκονται κατηγοροῦντες ἑαυτῶν, ὅτι τὸ «μοῦ» ἐπὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὸ «ἅγιον» καὶ τὸ «αἰώνιον» ἁπλῶς δέχονται ὡς ἀγγέλλον ταυτότητα τῆς θεϊκῆς φύσεως; ἔπειτα πρὸς τούτοις οὐ τὴν ψύχωσιν ἡμῶν πνεῦμα ὠνόμασεν ἐν ταῖς προκειμέναις ἀποδείξεσιν, ἀλλὰ τὸ αὐτοῦ ἅγιον πνεῦμα. 2.40 ἐχόντων γὰρ ἡμῶν τὸ ἴδιον πνεῦμα ἐδόθη ἡμῖν καὶ τὸ τοῦ θεοῦ. εἶπεν γὰρ ὁ πατήρ· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις,» καὶ ὁ υἱὸς· «λάβετε πνεῦμα ἅγιον.» δῆλον δέ, ὡς τοῖς ἤδη ἔχουσιν τὸ οἰκεῖον ἡμῶν πνεῦμα ἐλέγετο περὶ τοῦ θεϊκοῦ πνεύματος. 2.41 καθὰ τοίνυν ὁ υἱὸς λόγος τοῦ θεοῦ υἱικῶς γεννητικός· οὕτω τὸ ἅγιον πνεῦμα πνευματικῶς ἐκπορευτικὸν καὶ οὐ δημιουργικῶς. καὶ ὡς οὐδεμία παραλλαγὴ οὐσίας καὶ δυνάμεως καὶ δόξης τῷ μονογενεῖ υἱῷ πρὸς τὸν θεὸν πατέρα, διαφορὰ δὲ πᾶσα, εἴ γε θέμις τοῦτο φάναι, πρὸς τὴν κτίσιν· οὕτω καὶ τῷ ἑνὶ θεϊκῷ πνεύματι. 2.42 τὸ οὖν μηδὲ ἀκούειν τὰ αἱρετικῶν τοῦ μὴ καὶ προσιέμενον αὐτὰ ἀκούειν δικαιότερον.

3.ν Περὶ τοῦ ἐκ διαφόρων ὀνομάτων σημαίνεσθαι τὴν θεϊκὴν φύσιν τοῦ ἁγίου

πνεύματος.

3.1 ὃ δὲ ἐλέγομεν ἐξ ἀρχῆς, δεύτερον μαρτυροῦσιν τὰ λόγια, ὅτι διάφορα θεοπρεπῆ ὀνόματά ἐστιν τῷ πνεύματι τοῦ θεοῦ πολλήν τε ἄλλην ἔμφασιν ἐπηρμένην καὶ σχέσιν ὑπερτέραν πάντων, καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ συνεχῆ καὶ κρείττονα τῆς πρεπωδεστάτης ἑρμηνείας συνεισφέροντα τοῖς προκειμένοις θεωρήμασι· 3.2 καὶ ἔτι ἀναπλοῦντα ἔνια μὲν τὴν θεϊκὴν αὐτοῦ φύσιν ἔνια δὲ τὴν αὐθεντικὴν δύναμιν, καὶ παραμυθούμενα τὴν ἀδυναμίαν ἡμῶν τὴν περὶ τὸ ἀξίως ἐφικέσθαι αὐτοῦ ἢ ἑρμηνείᾳ ῥημάτων ἢ θεωρίᾳ νοῦ, καὶ παρρησίαν παρέχοντα ἀκινδύνως ὁμοούσιον τοῦ θεοῦ καλεῖν αὐτὸ καὶ πιστεύειν τῷ ἁγιασμῷ αὐτοῦ. 3.3 καὶ οὐχ εὑρίσκομεν οὐδὲν τῶν ἄλλων πνευμάτων καταξιωθὲν κληθῆναι τοῖς ὀνόμασι τούτοις· τὸ δὲ μόνως καὶ φύσει ὑπάρχον ταῦτα οὐδέν ἐστι τῶν πάντων, ἀλλὰ θεός. 3.4 ἔστιν δὲ τὰ ὀνόματα τάδε· πνεῦμα ἅγιον, ὡς πανταχοῦ γέγραπται· πνεῦμα ἁγιοσύνης, καὶ ἁγιάζον, ὡς γράφει Ῥωμαίοις «Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιοσύνης,» 3.5 καὶ πάλιν· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος,