1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

49

καὶ ἁμαρτία ἤγουν πάθος καὶ ἀδυναμία ἐν τῷ ἑνὶ ἁγίῳ πνεύματι οὐχ εὑρίσκεται, ἅτε ἀγενήτῳ· οὕτως ἐν οὐδενὶ τῶν γενητῶν τὸ ἀγαθὸν καὶ ἅγιον καὶ δυνατὸν κατὰ τὸ τέλειον, ἀλλὰ κατὰ μετουσίαν· ὅπου δὲ οὐδαμοῦ ταῦτα κατὰ τὸ τέλειον, οὐδαμοῦ τὸ ἀγένητον. 3.28 ἔνθα γὰρ σκότος, οὐδαμοῦ τὸ φῶς· καὶ «ὅπου νύξ, οὐχ ἡμέρα. ὅθεν» εἴρηται καὶ τῷ Ἑρμῇ τῷ ἐπίκλην Τρισμεγίστῳ «ἀδύνατον ἐν γενέσει εἶναι τἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγενήτῳ. ὥσπερ δὲ μετουσία πάντων ἐστὶν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦ ἀγαθοῦ.» 3.29 ὅμοιον τοίνυν καὶ ἴσον τὸ ἅγιον πνεῦμα τῆς τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς θεότητος· καὶ ἐκ τῆς τῶν τοιούτων δείκνυται κρίσεως, αὐτὸ τῇ φύσει ἁγιότης καὶ ἀγαθότης καὶ δύναμις ὑπάρχον, ἅτε ἓν ὂν ἐκ τοῦ ἑνός. ἐπεὶ πρὸς τὴν ἐκείνων ἐρισχελίαν οὔτε ὁ ἀγαθώτατος καὶ ἵλεως τὴν φύσιν υἱὸς ἔτι ἀγαθὸς ἔσται· ἐπειδὴ μὴ συνηνωμένον ἔχει τὸ «εἷς θεός». οὔτε μὴν ὁ φιλανθρωπότατος καὶ ὅλος ἵλεως πατὴρ καὶ ὁ υἱὸς ἕξουσιν ἐπίσημα τὰ μνημονευθέντα ὀνόματα τῆς θεότητος· ἀλλὰ καὶ δι' αὐτῶν ὑποβιβασθήσονται οἷον, ὡς ἔθος λαλεῖν αἱρετικοῖς, εἰς τοὺς ὁμωνύμους ἡμᾶς. ἵλαθι δέ, ἁγία τριάς. -ἀλλ' ὁ υἱός, φησίν, συναπογεννηθεὶς ἔμφυτον ἔχει τὴν ἀγαθότητα, καὶ τὰ ἄλλα ὅσα ὁ πατήρ. -ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συνεκπορευθὲν κατὰ φύσιν ἐστὶν ἀγαθόν, καὶ ὅσα ὁ θεὸς πατήρ. 3.30 εἰ μὲν οὖν περὶ τῶν τυχόντων ἢ βιωτικῶν πραγμάτων ἦν αὐτοῖς ἡ διάλεξις, καλῶς ἂν αὐτοῖς ἐσθότε χρεία ἐγίνετο συμπλάσσειν μύθους τινάς, καὶ Ἀριστοτελικῇ δῆθεν δεινότητι καὶ τῇ ἐν λόγοις τέχνῃ, ὡς Εὐνόμιος, περιστρέφειν τὸ πρᾶγμα καὶ συσκιάζειν τὴν ἀλήθειαν· 3.31 νῦν δὲ διδάσκει Παῦλος· «ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε,» καί· «ἡ σοφία τῶν ἀνθρώπων μωρία παρὰ τῷ θεῷ.» καὶ οὐ χρὴ τὰ περὶ τοῦ ἐνδόξου πνεύματος λόγια τὰ μείζονα λογισμῶν ἀνθρωπίνων κατασοφίζεσθαι. οὐ γὰρ βλάπτει ψόγος τὸ ἅγιον πνεῦμα, οὐδὲ περαιτέρω τῆς ἀκοῆς προέρχονται οἱ ὀνειδισμοὶ καὶ τὰ σκώμματα τῶν αἱρετικῶν, οἷς ἐπῆλθε τὸ φαύλως φρονεῖν· ἀλλ' οἱ χρώμενοι τοιούτοις ἀπέραντα πονήσουσιν καὶ πράξουσιν παραπλήσιά πως τοῖς ἐπιχειροῦσιν ἀποσκώπτειν εἰς τοῦτο τὸ φῶς, τὸ ἐκ τοῦ ἀπροσίτου φωτὸς τὴν ἴσχυν ἔχον, καὶ μιαίνειν τοῖς λόγοις αὐτό. 3.32 πιστεύειν δὲ δεῖ τὴν ἐκ τῶν ἁγίων διδασκαλίαν τῆς παρ' ἀνθρώπων πλείονα δύνασθαι τὴν δόξαν ἐμποιεῖν. ἡμῖν τοίνυν ἁρμόζει ἐκείνοις ἐπιμέμφεσθαι τοῦ μὴ δι' ὑπερβολὴν εὐνοίας τῆς περὶ τὴν οἰκείαν αἵρεσιν καθέλκειν τό γε ἐπ' αὐτοῖς τὸ θεῖον εἰς τὰ τῶν κτισμάτων ἀποτελέσματα ταῖς σοφιστείαις, καὶ διὰ τούτων τίκτειν ἀπωλείας ἔρωτα τοῖς ἁπλουστέροις καὶ ἀπειροτέροις, καὶ προάγειν εἰς ἐπιθυμίαν ἁμαρτημάτων μειζόνων. 4.ν Περὶ τῶν λεγόντων αἱρετικῶν· πνεῦμα ὁ θεός· καὶ πῶς τοῦ πνεύματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν; καὶ πάλιν· οἱ ἄγγελοι οὖν, φασίν, οὐκ εἰσὶν ἀπὸ θεοῦ καὶ ἅγιοι

καὶ πνεύματα τοῦ θεοῦ;

4.1 Ἀλλ' ἀποπεμπόμενοι μὲν τὰ ἁπλᾶ καὶ εὐθέα καὶ τέλεια καὶ ἀνεπιστημοσύνης ἀναπιμπλῶντες τῶν ἱερῶν λόγων τὴν προαίρεσιν, καθ' ἣν ἐθέλει ὁ θεὸς πατὴρ τὸ πνεῦμα αὐτοῦ συντάττεσθαι αὐτῷ, ὡς τὸν μονογενῆ λόγον, καὶ τὸ ἐξῃρημένον αὐτοῦ ἀπὸ τῆς κτίσεως καὶ ὑπερέχον ἀσφαλίζεται, διὸ καὶ τρισαγιολογεῖται, φασίν· πῶς τοῦ πνεύματος πνεῦμα τὸ ἅγιον πνεῦμά ἐστιν; 4.2 ὅτι δὲ τοῦτο γέγραπται, δέδεικται· τὸ δὲ πῶς, νοῦ καὶ λόγου τοῦ καθ' ἡμᾶς, ἔτι δὲ καὶ ἀγγέλων γνώσεως ἐπέκεινα τυγχάνει. ὡς γὰρ πατρὸς ὑπάρχοντος αὐτοῦ, ἐγεννήθη ἐξ αὐτοῦ ὁ θεὸς λόγος· οὕτως ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ ἐξεφάνη τὸ ἅγιον πνεῦμα· δείκνυταί τε ἐν τούτῳ μάλιστα τὸ ἀκατάληπτον αὐτοῦ, ἐν τῷ τὸ φαινόμενον καὶ ὂν τῇ κτίσει ἀδύνατον εἶναι παρ' αὐτῷ δυνατόν. ἐπεὶ τίς ἡ διαφορὰ τῆς ἀναιτίου καὶ ζωοποιοῦ φύσεως καὶ τῆς δημιουργηθείσης καὶ ζωοποιουμένης; οὐκ ἐγχωρεῖ δὲ τὸ