1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

50

πνεῦμα μὴ εἶναι ὁμοούσιον καὶ ἰσότιμον ἐκείνου, ἐξ οὗ ἐστιν. διόπερ ἐστὶν καὶ ἅγιον φυσικῶς. 4.3 οἱ οὖν ἄγγελοι, φησίν, οὐκ εἰσὶν ἀπὸ τοῦ θεοῦ καὶ ἅγιοι καὶ πνεύματα τοῦ θεοῦ; ἐκεῖνοί εἰσιν ἀπὸ θεοῦ, καθ' ὃ προστάξει αὐτοῦ γεγόνασιν, ὡς πάντα· ἅγιοι δὲ μετὰ τὸ ἁγιασθῆναι, ὡς οἱ ἄνθρωποι· πνεύματα δέ, καθὸ πρὸς ἡμᾶς ἀσώματοι· 4.4 οὐ κληθέντες πνεύματα τοῦ θεοῦ ἢ ἐκ τοῦ θεοῦ ἢ ἐκπορευόμενα παρὰ τοῦ πατρὸς ἢ θεῖα ἢ πνεύματα ἀληθείας ἢ πνεύματα ἁγιοσύνης· ἀλλ' ἄγγελοι λειτουργοὶ καὶ σώματα οὐράνια διὰ τὸ ἀπείρως ἀπέχειν καὶ ὑφιζάνειν τοῦ ἀκτίστου πνεύματος τοῦ θεοῦ, κατὰ τὸν γράφοντα ἔμπειρον ἀπόστολον· «σώματα ἐπίγεια καὶ σώματα ἐπουράνια». 4.5 ὡς γὰρ οὐ κατ' αὐτοὺς τὰ πνεύματα τῶν ἀνέμων, οὐδὲ αὐτοὶ κατὰ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ. αὐτοὶ γὰρ ἐκτίσθησαν, οὐ μέντοι ἐξεπορεύθησαν ἐκ τῆς ὑποστάσεως τοῦ θεοῦ καὶ πατρός· οὐκ ἀναγεννῶσιν ἡμᾶς, οὐ θεοποιοῦσιν, ἁμαρτίας οὐ συγχωροῦσιν, οὐ ζωοποιοῦσιν, οὐ δημιουργοῦσιν, οὐχ ἁγιάζουσιν, οὐ κρίνουσιν, ἀλλὰ καὶ κρίνονται. «ὑμεῖς» γάρ, φησίν, «καὶ ἀγγέλους κρινεῖτε». 4.6 οὐδ' ἐν αὐτοῖς εἰσιν τῶν οὐρανῶν αἱ δυνάμεις. οὐ τόποις εἰσὶν ἀπερίγραφοι καὶ διαστήμασιν ἀμέτρητοι. ὁ γὰρ Γαβριὴλ λαλῶν τῷ ∆ανιήλ, ἢ εὐαγγελιζόμενος τὴν θεοτόκον παρθένον, οὐκ ἦν καὶ ἐν οὐρανῷ τῇ οὐσίᾳ, ὡς τῇ διανοίᾳ, ἀλλὰ τότε ἐπὶ γῆς διέτριβεν μόνον. οὐδὲ τοῖς αἰῶσίν εἰσιν ἀπερίληπτοι· «ὁ ποιῶν» γάρ, φησί, «τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» 4.7 οὐχ ἕν τι τῶν γινομένων παρὰ τοῦ ἁγίου πνεύματος ποιοῦσιν, ἀλλὰ καὶ λειτουργοῦσιν αὐτῷ, ὡς ἔδειξεν ὁ ἀρχάγγελος Γαβριήλ, διακονησάμενος πρὸς τὴν θεοτόκον Μαρίαν καὶ εἰπών· «πνεῦμα ἅγιον ἐλεύσεται ἐπὶ σέ.» οὔτε οὖν ναὸς αὐτῶν ἐστιν ὁ ἄνθρωπος, καθά ἐστιν τοῦ θεοῦ καὶ τοῦ πνεύματος αὐτοῦ καὶ τοῦ μονογενοῦς υἱοῦ. οὐ συμπεριλαμβάνονται μετὰ τοῦ θεοῦ. οὐ μία τίς ἐστιν ὑπόστασις ἀγγελική, ἀλλὰ καὶ δυσαρίθμητος. 4.8 τὸ δὲ ὑπερπάμφαες ἅγιον πνεῦμα συμφυῶς καὶ ἑνοειδῶς ἀπὸ τῆς ἀρρήτου καὶ ὑπερουσίου καὶ προουσίου καὶ καθολικῆς καὶ ἀμόρφου προῆλθεν ἀχρόνως πατρικῆς ὑποστάσεως, καὶ προσηγόρευται θεῖον· ἕν τέ ἐστιν ἀπλήθυντον, ἀγαθόν, ἄφθονον, ἀπρόσιτον, ἀπερίγραφον πάσαις νοήσεσιν, ἀπειροδύναμον, ἀνέκλεκτον, μόνως ὑπάρχον· καὶ φύσει ἅγιόν τε καὶ πνεῦμα τοῦ θεοῦ, καὶ οὐδὲν ὂν τῶν πάντων, ἀλλὰ θεὸς ἐν οὐρανῷ τε ὢν καὶ συνὼν ἡμῖν, αἴτιος πᾶσιν πάντων καλῶν· παρὼν μὲν τοῖς ὅλοις ἀύλως, ἀνειδέως, ἀμετασχηματίστως· 4.9 οὐκ ἐξιστάμενος δὲ τοῦ συνιδρῦσθαι ἀφράστως τῷ πατρί, καὶ ἐξαπλούμενος πάντη καὶ χωρῶν, καὶ ἐν ἅπασιν ἀμιγῶς κατοικῶν· καὶ ταῖς ἐννοίαις ἡμῶν τε καὶ τῶν ἡμῖν ἀοράτων ἐμβατεύων, καὶ ἀκριβῶν ἅπαντα, καίτοι πάντα εἰδώς· καὶ ἀφώνως ἐνηχῶν, καὶ ψυχῶν ἐπακούων ἔνδοθεν σιγῇ κραζουσῶν, καὶ πάσας ἐπὶ πᾶσιν οἰκτείρων ἀμελλητί, καὶ ἐπιρωννύων, καὶ εὐφροσύνην ἄφατον ταῖς ἑκασταχοῦ φύσεσιν ἐνδιδούς· περιέχων τοῦδε τοῦ παντὸς τὴν σύστασιν, καὶ πάντα ἔχων ὑφ' ἑαυτῷ· καὶ θεσπεσίῳ φωτίζων φωτὶ καὶ εὐεργετῶν τῇ ἀπλέτῳ αὐτοῦ ἐνεργείᾳ καὶ ἀγαθότητι· 4.10 τὰ μὲν ἀμείνω τὴν γνώμην ἐπὶ τελειότερον ἄγων σκοπόν, τὰ δὲ χείρω καὶ πλημμελῶς ἀναστρεφόμενα οὐκ ἀποστερῶν τῆς ἑαυτοῦ βασιλικῆς καὶ ὁμονοητικῆς καὶ ἀμερίστου προστασίας, ἀλλ' ἐν ἐφέσει καθιστῶν αὐτὰ καὶ συννοίᾳ τῆς χορηγοῦ τῶν ὁλικῶν ἀγαθῶν ὁμοουσίου τριάδος· καὶ πᾶσι τοῖς καλλιεργοῦσι συλλαμβανόμενος, μετὰ τοῦ πάντων ἐξῃρημένος εἶναι οὕτως, ὅτι ἄλλῳ μὲν τῶν ἀποστόλων διάγοντι ἐν Ἰνδίᾳ, ἑτέρῳ δ' ἐν Σπανίᾳ ἄλλῳ δ' ἐν ἄλλῳ τόπῳ ἕως τῆς ἐσχατιᾶς τῆς γῆς παρ' αὐτοῦ νενεμημένῳ τῆς ἑαυτοῦ ἀπλανοῦς καὶ ἀκιβδήλου μετεδίδου σοφίας· οὐ τῷδε μὲν νῦν, ἑτέρῳ δ' εἰςαῦθις παραγινόμενος, οὐδὲ τῷ μὲν μᾶλλον, τῷ δὲ ἔλαττον ἐπιπνέων, ἀλλ' ἅμα τε καὶ ἑκάστῳ ὁμοῦ καὶ διακεκριμένως ἀεὶ ὁμοίως ἐπιλάμπων, καθὰ καὶ ὁ εἰπὼν κύριος· «μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰ ῶνος.» 4.11 ἐπεὶ μή γε-ἐπειδὴ αὐτοὶ τὴν παρ' Ἰωάννῃ