1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

52

οὑτωσί, ὥσπερ θεὸς ὁ πατὴρ οὐ διὰ τὸ εἶναι πατέρα, ἀλλὰ διὰ τὸ εἶναι θείας φύσεως, καὶ ὁ υἱὸς οὐ διὰ τὸ εἶναι τοῦ τυχόντος υἱόν, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι υἱὸν λόγον καὶ ἀναγκαίως τῆς αὐτοῦ θείας φύσεως ὑπάρχειν, οὕτως καὶ τὸ ἅγιον πνεῦμα θεὸς οὐ διὰ τὸ ἁπλῶς εἶναι πνεῦμα, ἀλλὰ διὰ τὸ τοῦ θεοῦ εἶναι ἓν καὶ μόνον πνεῦμα ἅγιον, καὶ τῆς αὐτοῦ θείας φύσεως καθεστάναι, ὡς προελέχθη. καὶ ὥσπερ ἀκούσαντες· «εἷς ὁ θεός» καί· «κυρίῳ τῷ θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·» ἐξ ἴσου τῷ πατρὶ θεόν τε εἶναι τὸν μονογενῆ λόγον πιστεύομεν καὶ προσκυνοῦμεν καὶ λατρεύομεν αὐτῷ· τὸν ἴσον τρόπον καὶ περὶ τοῦ ἁγίου πνεύματος διακείμεθα. 5.7 αὐτῷ γάρ, ᾧ προσετάχθημεν ἐν τῷ περὶ τοῦ ἀφθάρτου βαπτίσματος δοθέντι ὅρῳ, ἐξ οὗ ἤρτηται ἡ τῆς πάσης ἡμῶν πολιτείας καὶ θρησκείας κατάστασις, συντάττειν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ προσετάχθημεν καὶ συμπροσκυνεῖν καὶ συνδοξάζειν αὐτὸ καὶ λειτουργεῖν αὐτῷ. αὕτη γάρ ἐστιν ἡ λογικὴ λατρεία, ἢν ἔγραψεν Παῦλος τοιῶσδε· «ἵνα παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐ άρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν.» 5.8 καὶ ὃν τρόπον, τοῦ ἀποστόλου τὸν θεὸν μόνον σοφόν τε καὶ ἔχειν ἀθανασίαν χρησμῳδήσαντος, πιστεύομεν καὶ τὸν υἱὸν ὁμοίως ἔχειν ἀθανασίαν καὶ εἶναι σοφόν, ἅτε ἀπαράλλακτον κατ' οὐσίαν ὄντα τῷ πατρὶ καὶ λόγον αὐτοῦ καὶ ζωὴν αἰώνιον, ὡς γράφει, ὑπάρχοντα· οὕτως καὶ περὶ τοῦ ἁγίου πνεύματος. οὐ γὰρ κατὰ χάριν ἤτοι δόσιν ἔχει ἀθανασίαν καὶ σοφίαν, ὁμοίως τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ φύσει κέκτηται· πνεῦμα γὰρ σοφίας ἐστίν. τοιγαροῦν γέγραπται, ὡς· «οὐδεὶς γινώσκει τὰ τοῦ μόνου σοφοῦ, εἰ μὴ τὸ πνεῦμα αὐτοῦ.» εἰ γὰρ δοίησαν μὴ ταῦτα οὕτως ἔχειν, ἢ παρακρούσονται τὸν θεὸν λόγον, ἢ παρὰ τὰς γραφὰς δόξουσιν ποιεῖν. 5.9 τῇ γὰρ ἐν μιᾷ θεότητι τριάδι οὐ συντάττεταί τι, οὔτε τὰ πνεύματα διὰ τὸ κεκλῆσθαι πνεύματα, κἂν μὴ τὰ βέβηλα εἴποιμεν, οὔτε οἱ ἄνθρωποι διὰ τὸ κεκλῆσθαι θεοί· οὐ γάρ ἐσμεν τῇ ἀληθείᾳ. εἰ δὲ οὐκ οἰηθῶσιν ἀντιπίπτειν αὐτοῖς τό· «μόνῳ σοφῷ θεῷ», καί· «μόνος ἔχων ἀθανασίαν·» οὐ δυνήσονται ἀπ' οὐδενὸς ἐξ ἐναντίας τοῦ ἁγίου πνεύματος κατασοφίζεσθαι. ταῦτα γὰρ οὕτως ὑπὸ Παύλου ἐρρήθη, διὰ τὸ τοῦ θεοῦ λόγον μὲν τὸν υἱόν, πνεῦμα δὲ τὸ ἅγιον πνεῦμα τυγχάνειν, καὶ ἀχωρίστως αὐτοῦ ἔχειν κατὰ τὴν φύσιν, καὶ εἰς μίαν ἀνάγεσθαι θεότητα, ὡς καὶ παρὰ τοῖς ἔξω λέγεται· εἷς θεὸς αὐτοπάτωρ, ἐξ οὗ τάδε πάντα γένοντο. 5.10 ὡς τοίνυν περὶ τοῦ πατρὸς Παῦλος Ῥωμαίοις, Γαλάταις καὶ Τιμοθέῳ γέγραφεν· «εἷς ὁ θεὸς,» οὕτω περὶ μὲν τοῦ υἱοῦ Ἰωάννης εἶπεν· «ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός.» περὶ δὲ τοῦ ἁγίου πνεύματος Παῦλος Κορινθίοις ἐδίδαξεν· «ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι·» τὸ γὰρ ἑνιαῖον τῆς θείας καὶ ἀπληθύντου φύσεως ἴδιον. καὶ καθὰ ἐγράφη, ὅτι ὁ υἱὸς ἐγεννήθη, καὶ μαρτυρῶν λέγει· «ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον·» οὕτως ἐγράφη, καὶ ὁ αὐτὸς εἶπεν· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται,» ἤγουν ἐξεπορεύθη. 5.11 καὶ ὥσπερ ὁ υἱὸς θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου ἐστὶν υἱός· οὕτω τὸ ἅγιον πνεῦμα, θεὸς καὶ κύριος ὥν, τοῦ θεοῦ καὶ κυρίου ἐστὶν πνεῦμα. καὶ ὃν τρόπον λόγος γέγραπται ὁ υἱὸς διὰ τὸ συνυπάρχειν τῷ πατρί, τὸν αὐτὸν τρόπον καὶ τὸ ἅγιον πνεῦμα γέγραπται «ῥῆμα τοῦ θεοῦ» καὶ «πνεῦμα τοῦ στόματος» αὐτοῦ καὶ «πνοὴ παντοκράτορος», ἐπειδὴ συνυφεστὼς ἐξέλαμψεν ἐξ αὐτοῦ· ἵνα μὴ ἔξωθεν αὐτὸ τῆς θεότητος τοῦ πατρὸς ἢ τοῦ λόγου αὐτοῦ εἶναί τις ὑπολάβῃ. ἴδιον γὰρ τὸ ῥῆμα τοῦ λόγου, καὶ ὁ λόγος τοῦ νοῦ· καὶ πληροῦται τό· «ὁ εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.» 5.12 καὶ καθὰ ὁ υἱὸς δείκνυται ἀπαράλλακτος τοῦ πατρός, ᾖ γράφει· «ὁ ἑορακὼς ἐμὲ ἑόρακε τὸν πατέρα·» ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα δι' ὧν φάσκει· «ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν ὁ θεός, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.» ἀνάγκη οὖν πᾶσα, θεοῦ ἀληθινοῦ ὄντος τοῦ πατρός, θεὸν ἀληθινὸν εἶναι ἴσον