1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

66

πατρί, ἅτε πνεῦμα αὐτοῦ κατὰ φύσιν ὄν, διά τοι τοῦτό ἐστιν, ὅτε ἢ αὐτὸς ὁ θεὸς πατὴρ τῷ ῥήματι οὐκ ἐμνημονεύθη, ἀλλὰ τῇ πιστῇ διανοίᾳ, ὁ δὲ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐμνημονεύθη, ἢ τὸ ἔμπαλιν. ὅπου γε μὴ ὀφείλων μνημονεύεσθαι Οὐαλεντῖνος τὸ μὲν ἁγιαστικὸν πνεῦμα «παράκλητον» ὠνόμασεν, ὡς καὶ ὁ δεσπότης Χριστὸς «παράκλητος» ἐκ τοῦ παρακαλεῖσθαι ἐκλήθη· τοὺς δὲ ἁγιαζομένους λειτουργοὺς προσηγόρευσεν «ἀγγέλους». πρὸς τούτοις· οὐδαμοῦ γραφῆς εἰς δημιουργίαν ἢ μυσταγωγίαν ἢ δοξολογίαν ἀγγέλους συμμνημονευομένους εὑρίσκομεν τῷ θεῷ. τοῦ δὲ ἁγίου πνεύματος κοινωνίαν πρὸς τὴν θεότητα ὁ Παῦλος Κορινθίοις ἐν τῇ δευτέρᾳ γέγραφεν ἐπιστολῇ· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος,» καὶ ἐν ἄλλοις· «εἴ τις κοινωνία πνεύματος.» ὁ γοῦν ἱεροψάλτης τὴν πρὸς τὰ λειτουργικὰ πνεύματα ἐξαλλαγὴν τοῦ ἀγενήτου λόγου καὶ τοῦ θεϊκοῦ πνεύματος καὶ τὸ μὴ εἶναι τῆς ἐκείνων συστοιχίας, ἀλλ' ὑπὸ τῶν αὐτοτελῶν ὑποστάσεων τούτων καὶ δι' αὐτῶν καὶ δι' αὐτὰς ὡς καὶ διὰ τὸν θεὸν πατέρα καὶ ἐν αὐταῖς ἐκτίσθαι τοὺς ἀγγέλους καὶ τὰ πάντα τελειοῦσθαι καὶ διακρατεῖσθαι βοᾷ ῥήμασι τοιοῖσδε· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» νοητέον γὰρ «λόγον» τὸν δι' οὗ τὰ πάντα, «πνεῦμα στόματος κυρίου» τὸ ἅγιον πνεῦμα, «δυνάμεις οὐρανῶν» αὐτάς τε τὰς συστάσεις αὐτῶν, καὶ μέντοι ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ δυνάμεις. καὶ πάλιν· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» διαπληκτίζεται δὲ πρὸς αὐτοὺς καὶ ὁ ἀπόστολος, κράζων· «ἓν πνεῦμα ἐποτίσθημεν.» ὡς γὰρ τὸ ἀπαύγασμα χωρισθῆναι ἀμήχανον τοῦ φωτός, καὶ τὴν σοφίαν τοῦ σοφοῦ, τουτέστιν τὸν υἱὸν ἀπὸ τοῦ πατρός· οὕτως καὶ τὸ ἅγιον πνεῦμα ἀπ' ἐκείνου, οὗ ἐστιν πνεῦμα, ὡς ἡμῖν ὃ ἀναπνέομεν. ἔλαθον τοίνυν ἑαυτοὺς ὡς δι' ὧν ἀκαίρως ἡμῖν οὐ συντίθενται καὶ εἰς τὸν ἀκατάσειστον οἶκον ἐπάνεισιν τὸν ἐν ἀρχαῖς. ὅθεν ἀπεπήδησαν, πράγματα πλέκουσι τῷ ἀποστόλῳ, αὐτῶν ἕνεκα διαμαρτυραμένῳ ἐν τοῖς ἐγκειμένοις αὐτοῦ ῥήμασιν ἐνώπιον τῆς ἀκτίστου φύσεως καὶ τῆς κτιστῆς, παραπλησίως πως τοῦ εἰπόντος· «ἥμαρτον τῷ θεῷ καὶ ἀνθρώποις,» καί· «διαμαρτύρομαι σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν,» καί· «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» 6.20ν ὅτι κοινωνεῖ, ὡς τῇ οὐσίᾳ, οὕτως καὶ τοῖς ὀνόμασιν, τῷ θεῷ πνεύματι καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ ἡ κτίσις ἀκοινώτητα ἔχει τὰ ὀνόματα πρὸς τὰ ἐπὶ τοῦ θεοῦ λεγόμενα ὀνόματα, ὡς καὶ τὴν φύσιν. τὸ δὲ ἅγιον πνεῦμα κοινωνεῖ τοῖς ὀνόμασι τοῦ θεοῦ διὰ τὸ καὶ τῇ φύσει κοινωνεῖν, πλὴν ὅτι ὁ πατὴρ μόνος καλεῖται «πατήρ», διὰ τὸ μόνον ὑποστάσει γεννῆσαι, καὶ ὁ υἱὸς «υἱὸς» καὶ οὐ πατὴρ ἀκτίστου φύσεως, διὰ τὸ ἀληθῶς γεννηθῆναι μέν, μὴ γεννῆσαι δέ. ὡς ἡνίκα ἡ γραφὴ ὀνομάζει καὶ αὐτὸ τὸ πνεῦμα «κύριον», ὡς πάντων δεσπόζον καὶ κοινωνοῦν τῆς μιᾶς βασιλείας τῷ πατρὶ καὶ τῷ υἱῷ· «ἅγιον», ὡς αὐτὸ φύσει ἅγιον καὶ ὡς τὴν κτίσιν ἁγιάζον· «ἄφθαρτον», «ἀγαθόν», «ἀγάπην», «σοφίαν», «σύνεσιν», ὡς καὶ τὸν θεὸν προσηγόρευσεν· «δύναμιν» ἀφ' ὧν ἐνδυναμοῖ· «δίκαιον», ἀφ' ὧν δικαιοῖ, αὐτοαναμάρτητον ὑπάρχον· «παράκλητον», ὡς καὶ τὸν υἱόν· «πῦρ», ἀφ' ὧν ὤφθη τοῖς ἀποστόλοις πυρίναις γλώσσαις, καθὰ περὶ μὲν τοῦ πατρὸς λέγει Μωυσῆς· «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον,» περὶ δὲ τοῦ υἱοῦ Ἰωάννης· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί,» καὶ ὅσα τοιαῦτα. 6.21ν ὅτι ἕν ἐστιν καὶ οὐ πολλά, ὡς τὰ κτίσματα. ἡ κτίσις οὐδὲν ἔχει ἐν μιᾷ ὑποστάσει ἤτοι ἐν ἑνὶ προσώπῳ ὑπάρχον. καὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι πολλοί, τὰ σεραφὶμ ὁμοίως, τὰ χερουβὶμ οὐχ ἕν τί ἐστιν, ἀρχαὶ καὶ ἐξουσίαι εἴρηνται, δυνάμεις καὶ κυριότητες καὶ θρόνοι· πληθυντικῶς οὐρανοί, ἄνθρωποι καὶ τὰ λοιπὰ ποιήματα. κοινωνεῖ γὰρ καὶ ἥλιος καὶ σελήνη τῷ πλήθει τῶν ἄστρων τῇ τε φύσει καὶ τῷ πυροειδεῖ, ὡς ἐξεργαστικώτερον ὁ πρῶτος τοῦτο