1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

68

ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με·» ∆αυὶδ δέ· «διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» διὰ τοῦτο ποῖον; ἐπειδὴ θεὸς ἀχειροποίητος ὢν ὑπὸ θεοῦ ἀκτίστου ἀνάρχου ἐχρίσθη. εἶπεν δὲ τὸ «ὁ θεός σου» διὰ τὴν ἐκ παρθένου γέννησιν αὐτοῦ. Πέτρος ἐν ταῖς πράξεσιν· «ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκή ρυξεν Ἰωάννης· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει·» αἱ Πράξεις· «συνήχθησαν ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ, ἐπὶ τὸν ἅγιον παῖδα σου Ἰησοῦν, ὃν ἔχρισας.» καὶ τὰ Ἄισματα δὲ περὶ τούτου ὑφηγεῖται οὑτωσί· «μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε.» «μύρου» ὄνομα εἶναι τῷ Χριστῷ λέγει τὸ τοῦ παρακλήτου· ἐπειδὴ ἄμφω αἱ ὑποστάσεις τοῦ τε ὀνόματος κοινωνοῦσιν καὶ ἐν ἑαυταῖς τὴν τοῦ θεοῦ καὶ πατρὸς εὐωδιάζουσιν φύσιν. «νεανίδας» δὲ τὰς ἐκκλησίας λέγει, ἐν αἷς δοξάζεται, περὶ ὧν καὶ ∆αυὶδ ἐν ξζʹ εἶπεν ψαλμῷ· «προέφθασαν ἄρχοντες, ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπα νιστριῶν·» οὕτω φράσας διὰ τὸ ἐκβόητον τῆς πίστεως καὶ διὰ τὸ ἠχεῖν αὐτὰς εἰς πᾶσαν τὴν γῆν τοῖς ἀναγνώσμασιν καὶ ταῖς ψαλμῳδίαις. πρὸς ἑκάστην δὲ αὐτῶν ἐν τοῖς Ἄισμασι καὶ αὐτὸς ὁ ὡραῖος τῷ κάλλει νυμφίος σωφρόνως προσλαλεῖ· «ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή.» καὶ πάλιν ἐπιθαλάμιον ὥσπερ ᾄδει· «δεῦρο ἀπὸ λιβάνου, νύμφη· δεῦρο ἀπὸ λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.» ὅτι δὲ καὶ ἡμεῖς χρῖσμα δεχόμεθα ἐν τῷ ἀνακαινισμῷ, Ἰωάννης γράφει ἐν τῇ πρώτῃ ἐπιστολῇ· «καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντα.» ὥσπερ, φησίν, ἐν τῇ οἰκονομίᾳ ὁ σωτήρ, καὶ «ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου» πνεύματος. καὶ τοῦτο δὲ τὸ σωτήριον δῶρον κοινῇ ὑπὸ τῆς μακαρίας τριάδος ἡμῖν παρεσχῆσθαι, διδάσκουσιν οὕτως· Ἠσαῖας· «καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσιν τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάν τα τοῖς ἔθνεσιν.» «ὄρος» γὰρ τὴν ἐκκλησίαν τοῦ θεοῦ διὰ τὸ ὑψηλὸν τῆς πίστεως, «οἶνον» τὸ δεσποτικὸν σωτήριον αἷμα, «μύρον», ὃ ἁγιασθέντες ἀλειφόμεθα ὑπὸ τοῦ ἱερέως προανεφώνησεν. Ἰωάννης ἐν τῇ αὐτῇ πρώτῃ ἐπιστολῇ περὶ τοῦ Χριστοῦ· «καὶ ὑμεῖς τὸ χρῖσμα, ὃ ἐλάβετε ἀπ' αὐτοῦ, μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων,» Παῦλος δὲ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους· «ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς θεός, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.»

7.ν Περὶ τῶν θεϊκῶν ἐνεργειῶν καὶ παροχῶν τοῦ ἁγίου πνεύματος Ἄγαν τοίνυν φιλοτίμως τὴν θεῖαν καὶ ἀκροτάτην τοῦ ἁγίου πνεύματος φύσιν τὴν οὖσαν ὑπὲρ

ζωὴν καὶ ὑπὲρ νοῦν· τὰ λόγια ἐπιδείξαντα ἐφάμιλλον αὐτῆς καὶ τὴν κηδεμονικωτάτην ἔνθεον ἐνέργειαν ἐκφαίνει οὑτωσί·

7.1ν ὅτι ζωοποιεῖ ὅτι ζωοποιεῖ, ὡς πνεῦμα ὑπάρχον τοῦ ζωογονοῦντος τὰ

πάντα θεοῦ, κατὰ Παῦλον τὴν σάλπιγγα τῆς πίστεως, γράφοντα Ῥωμαίοις μέν· «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·» καὶ πάλιν· «ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν·» Κορινθίοις δέ· «οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. τὸ γὰρ γράμμα ἀπο κτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» γράμμα δὲ εἶπεν τὸν Μωσαϊκὸν νόμον, τὸν διαγορεύοντα· «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» καὶ ἀμυνόμενον τὸν ἀσυνέτως βιοτεύοντα·