1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

72

καὶ πενεστέρου ἐδανείσατο, οὔτε ἡμεῖς διττῶς καὶ ἀνομοίως ἐνηργήμεθα. καὶ μέντοι ποῖον ἔχει λόγον, ἄνθρωπον μὲν καλῶν, φέρε εἰπεῖν, ἢ κακῶν εἶναι ποιητὴν καὶ δημιουργόν, τὸ δὲ πνεῦμα μὴ εἶναι τοῦτο; ἀλλ' ὁ ἄνθρωπος κατὰ συγχώρησιν μὲν τοῦ θεοῦ πράττει τοῦτο ἢ ἐκεῖνο· ἀπὸ οὐσίας δὲ τῆς ὑπὸ τοῦ θεοῦ προοισθείσης, ἄψυχον δημιουργεῖ, ὁ δ' ἂν θέλοι, οὐ μὴν καὶ οὐσίαν αὐτήν, ὡς ἔφαμεν ἤδη. τὸ δέ γε πνεῦμα καὶ αὐθεντικῶς ποιεῖ, καὶ οὐσίαν ἐκ μὴ ὄντων ὑφίστησιν, ἅτε συνεργὸν καὶ πνοὴ παντοκράτορος. διόπερ ὁ θεὸς ἐν τῷ Ἰεζεκιήλ, τὸ μὲν ἡμέτερον πνεῦμα ἀνακαινίζεσθαι, τὸ δὲ ἅγιον πνεῦμα ἀνακαινίζειν, καὶ οὐχ ἁπλῶς πνεῦμα εἶναι, ἀλλ' ἑαυτοῦ κυρίως ὑποδεικνύς, τοιάδε θεσπίζει· «καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφε λῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμα μου δώσω ἐν ὑμῖν.» οἱ δὲ καὶ τῶν θείων φωνῶν τούτων ὀλιγωροῦντες, καὶ ἐν ἀπορίᾳ πάσῃ τῶν δικαίων καθεστῶτες, λοιπὸν ταῖς ἔξωθεν τέχναις ἀποκέχρηνται, καὶ ἐπ' ἄλλα καὶ ἄλλα μεταφέρειν ἐπιχειροῦσιν τὰ οὕτως σαφῶς εἰρημένα. φάσκουσι γὰρ λέξεσιν αὐταῖς· νεκροὺς ὁ δημιουργήσας, τοὺς νεκρουμένους ἐγείρει μόνος. ἀρχιτέκτονος γὰρ ἔργον φθειρόμενον ζωγράφος οὐκ ἂν διορθώσαιτο, ἀλλ' οὐδὲ ναυπηγοῦ θηρευτής, ἀλλ' οὐδέ γε οἰκοδόμου δρομεύς· ἀλλὰ γὰρ ἀρχιτέκτονος ἀρχιτέκτων καὶ ναυπηγοῦ ναυπηγός. τὸ δὲ ἅγιον πνεῦμα, φησίν, οὔτε νεκροὺς ἤγειρεν, οὔτε ἐδημιούργησεν· ἅπαξ γάρ, φησίν, ἐπὶ τοῦ Ἀδὰμ δεδημιούργηται ἡ ἀνθρώπων φύσις· καὶ οὔτε ἑτέρα παρ' ἐκείνην, οὔτε πολλάκις. ἀλλὰ καὶ ἡ Εὔα συνεκτίσθη μὲν τῷ Ἀδὰμ τῷ κοινῷ τῆς φύσεως λόγῳ, μετὰ ταῦτα δὲ διεμορφώθη. ἡμεῖς δὲ οἱ ὀρθόδοξοι, ἐπειδὴ μάλιστα θεϊκῆς δυνάμεως γνώρισμα τὸ δημιουργῆσαι καὶ νεκροὺς ἐγεῖραι, ὁμολογοῦμεν τὸ ἅγιον πνεῦμα ταῦτα πεποιηκὸς εἶναι θεόν· «τῷ λόγῳ» γὰρ «κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν,» καὶ ἐπειδὴ ἀρχῆθεν, δημιουργουμένων πάντων, συμπαρῆν καὶ ἀχωρίστως εἶχεν τῇ θεότητι καὶ τῇ ἐνεργείᾳ, διὰ τοῦτο καὶ ἀνακαινιζομένων αὐτῶν συμπάρεστι καὶ συμμνημονεύεται. ὅπερ γὰρ εἰρήκασιν αὐτοὶ οὗτοι, οὐκ ἦν ἑτέρας οὐσίας ὅ ἐστιν φύσεως τὸ ἀνακαινίσαι, εἰ μὴ τῆς τοῦ κτίσαντος. περὶ οὖν τῶν ὄντων καὶ πολιτευομένων ὡς μὴ ὄντων, ἀλλὰ νῦν πνευματικῶς καὶ θειοτέρως κτιζομένων ὁ ∆αυὶδ καὶ ὁ Παῦλος κηρύσσει, ὡς προελέχθη καὶ ὡς πολλαχοῦ εὑρήσομεν. ἐπιλείψει με γὰρ ἂν ὁ πᾶς χρόνος, εἰ πάντων πανταχοῦ μνημονεύειν ἐθελήσω. εἰ μὴ οὖν ἑτέρως μὲν ταῖς γραφαῖς, ἑτέρως δὲ αὐτοῖς ἐκείνοις ἐδόκει, πρῶτον μὲν οὖν κἄν ποτε παρενεθυμήθησαν τὰ θεῖα γραφεῖα τὰ ἐν τῷ βιβλίῳ τῷδε καὶ τῷ πρὸ αὐτοῦ μνημονευθέντα· τί γὰρ ἄν, ἀκούοντες ταῦτα, φήσαιεν τὸν χρήσαντα αὐτὰ διδάσκειν; δεύτερον δὲ ἐλογίσαντο ἄν, ὅτιπερ, ὃν τρόπον τοῦ υἱοῦ κτίσαντος συμποιητὴς ὁ πατήρ ἐστιν τῇ εὐδοκήσει, οὕτω καὶ τὸ πνεῦμα αὐτοῦ· καὶ οὐκ εἰς τὴν τῶν οὐχ ὁμοίων ἐξέτασιν τῶν συνάρσεως τῆς ἀλλήλων καὶ τῆς ἀπὸ τοῦ χρόνου δεομένων καὶ μηδὲ πληρούντων ἑτοίμως καὶ πανταχόθεν ἀμέμπτως τὴν ἐνθύμησιν τὰ τῆς ἀμίκτου ἅπασιν μακαρίας τριάδος τῆς καὶ ἡμᾶς ἀποτελεσάσης, δημιουργοὺς λόγων τε καὶ ὑλῶν ἐπισκευῆς, ἤγαγον, λέγοντες, ἅπερ μήποτ' ἔφασαν. τί γὰρ ἢ ὡς πηλίκοι εἴποιμεν τῷ ἅπαξ θελήσαντι θεῷ πατρὶ διὰ τοῦ υἱοῦ λόγου πάντα ὑποστῆναι; ἀμέλει τοι περὶ τοῦ ἐκ σπέρματος ∆αυὶδ καὶ Ἀβραὰμ καὶ ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα κεκήρυκται, ὡς ἀρτίως εἴρηται· «τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου,» ἵνα κἀντεῦθεν ὁμόλογον ᾖ, ὡς συνεργὸν ἦν τῷ ἀγαθουργῷ δημιουργῷ τὸ ἁγιαστικὸν πνεῦμα. διὸ καὶ αὖθις γέγραπται· «ἤγετο ὁ Ἰησοῦς ἐν πνεύματι ἐπὶ τὴν ἔρημον·» ἐπειδὴ συνῆν αὐτῷ τὸ ἡγεμονικὸν πνεῦμα, ὡς θεὸς θεῷ καὶ ὡς πάντα συνέχων καὶ πανταχοῦ παρὼν τῷ, ἐφ' ὃν πάντα ἐστήρικται, καὶ ἐν πᾶσιν ὄντι καὶ πληροῦντι τὰ πάντα. ἐπεὶ μή γε τῷ ἐκείνων λόγῳ καὶ τῷ τρόπῳ οὔτε ὁ πατὴρ