1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

79

θείαις ἀκτῖσιν αὐτοῦ μονονουχὶ τὰς ἐν οὐρανῷ καταλάμπον δυνάμεις, ἀλλὰ καὶ τῶν ἡμετέρων ψυχῶν ἀπολαμπρύνον τὰ ὄμματα, ὑποδείκνυσί τε πολλάκις διαφόρως τὰ μέλλοντα καὶ συγχωρεῖ δι' οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν τὰ πρὸς τὸ χρήσιμον συντελοῦντα τῇ ἀνθρωπείᾳ φύσει ἐκ λέγειν ποτὲ τὴν κτίσιν· ἅπερ ἔσθ' ὅτε ἡ ἔνυλος ἡμῶν φύσις οὐ τῷ χορηγήσαντι διὰ μέσης τῆς κτίσεως, ἀλλ' αὐτῇ ἐπιγράφει. αἱ δὲ περὶ τῆς προγνώσεως τοῦ πνεύματος ἀπὸ τῶν ἀποστολικῶν πράξεων μαρτυρίαι εἰσὶν ἐν τούτοις. ἀπὸ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους· «ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τῶν συλλαβόντων Ἰησοῦν.» εὖ τοίνυν εἶπε τὸ «ἔδει»· θεοῦ γὰρ μόνου πᾶς λόγος οὐκ ἀτελεύτητος. καὶ ἀπὸ τοῦ Παύλου· «τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί με λέγον, ὅτι δεσ μὰ καὶ θλίψεις με μένουσιν.» καὶ διὰ τοῦ προφήτου δὲ Ἀγάβου σιτοδείαν ἐσομένην τῇ ὑπ' οὐρανὸν διὰ τὰς ἀνθρώπων πλημμελείας προεμήνυσεν ὡς ἀγαθός, καθὰ καὶ ἐπὶ τῆς Νινευῆ, ὡς ἂν εὐλαβηθέντες μετανοίᾳ φύγοιεν τὸ κακὸν ἥτις καὶ συνέβη πολλοῖς ὕστερον χρόνοις ἐπὶ Κλαυδίου. καὶ ἐν εὐαγγελίῳ δὲ ὁ Χριστὸς περὶ τοῦ πνεύματός φησιν· «καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν», τουτέστιν τὰ μέλλοντα.