1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

6

ἄναρχος. Υἱὸς γὰρ γεννᾶται, οὐ κτίζεται· καὶ περὶ τῶν κτιστῶν καὶ ὑπὸ χρόνον γέγραπται· «Τὰ σύμπαντα δοῦλα σά.» ΚΕʹ. Εἰ ὡς μέγα καὶ γάρ ἐστιν ἀληθῶς μέγα καὶ μόνου Θεοῦ περὶ Πατρὸς εἶπεν Παῦλος· «Ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν·» τὰ δὲ ἴσα αὐτὸς περὶ τοῦ Υἱοῦ γέγραφεν· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ ὁ εὐαγγελιστής φησιν· «Ὁ ἐρχόμενος ἄνωθεν, ἐπάνω πάντων ἐστίν·» οὐκ ἀφέστηκεν ἔν τινι, οὐδ' ἀποδεῖ τοῦ Πατρός. Ὅπως δὲ εὐλαβῶς ἔχουσι περὶ τούτων οἱ Ἑλλήνων θεολόγοι, οἱ πολλὰ μὲν ἀκούσαντες, οὐκ ὀλίγα ἀναγνόντες, ἑωρακότες δὲ καὶ πλεῖστα, ἐπισκοπεῖν ἄξιον. Φάσκουσι γάρ· Πάντα Θεοῦ πλήρη, πάντων πέρας ἐστὶ καὶ ἀρχὴ, Πάντα φέρων, λύων τε καὶ ἐξ αὐτῶν πάλιν αὔξων. Κςʹ. Εἰ τοῦ Υἱοῦ ἡ κτίσις ἰδία γέγραπται φησὶν γάρ· «Εἰς τὰ ἴδια ἦλθεν·» καὶ πάλιν· «Τὰ ἐμὰ 39.797 πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει·» καὶ πρὸς τὸν Πέτρον· «Σοὶ δώσω τὰς κλεῖς τῶν οὐρανῶν», κτιστῷ δὲ οὐχ ὑπάρχει τὸ ἴδια εἶναι πάσῃ τῇ θείᾳ κτίσει, ἢ ἐξουσίαν διδόναι οὐρανῶν ἀνοίξεως, ἤγουν λέγειν τοῦτο ἀκινδύνως· συνδεσποτεύει τῷ παντοκράτορι αὐτοῦ Πατρί. ΚΖʹ. Εἰ ὁ ἀθάνατος οὐ κρείσσων τοῦ Θεοῦ Λόγου, καὶ εἰ οὔτε Θεὸς, οὔτε ἄψυχος σὰρξ δεῖταί πω τροφῆς, ἢ ὕπνου· οὐκ ἄρα διὰ ψυχῆς ἡ ἄῤῥητος ἐνανθρώπησις, οὔτε μὴν ἐπιγραπτέον τῇ θεότητι ἀγωνίαν, καὶ τροφῆς ἔφεσιν, καὶ ὕπνον, καὶ τὰ τοιαῦτα. ΚΗʹ. Εἰ, καθὰ γέγραπται, ἐκ δεξιῶν συνεδρεύει τῷ Πατρὶ, ὡς ἀληθινὸς καὶ ἰσότιμος Θεὸς, καὶ Υἱὸς αὐτοῦ μονογενής· ὁμόθρονός ἐστιν, ἀμέριστον καὶ ἀπέραντον τὴν βασιλείαν κεκτημένος, καὶ τῷ Πατρὶ ἐξ ἴσου συμπροσκυνούμενος καὶ συνδοξαζόμενος, αὐτός τε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Πῶς γὰρ ἂν ἠδύνατο, Τριάδος ἐν ἑνὶ θρόνῳ παρούσης, εἷς προσκυνεῖσθαι κατέναντι τοῦ ἑνὸς αἰωνίου θρόνου, ἐπ' ἀνατολὰς τῆς προσκυνήσεως γινομένης, καὶ τῆς δόξης ἀναπεμπομένης; Ὅτι γὰρ ἔνθα ὁ Πατὴρ, ἐκεῖ καὶ τὸ Πνεῦμα αὐτοῦ ἐστιν, σύνθακον αὐτῷ εὑρισκόμενον καὶ συμπροσκυνούμενον, ὡς τῆς ἁπάντων βασιλίδος φύσεως ὑπάρχον, ἐκ πολλῶν ἀνεκηρύχθη, καὶ ἐκ τῆς λεγούσης Γραφῆς· «Ἐν τούτῳ γὰρ γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ὁ Υἱὸς ἔδωκεν ἡμῖν.» Οὐ νοεῖται γὰρ τὸ ἡμέτερον πνεῦμα· τοῦτο γὰρ ἔχοντες ἤδη, ἐλάβομεν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. ΚΘʹ. Εἰ θέλημα τοῦ Πατρὸς, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἐν ἴσῃ δόξῃ καὶ μιᾷ ἰδιότητι ὑπάρχει τοῦ Πατρός· καὶ οὐχ ὁσίως ποιοῦσιν, ἢ τὴν δόξαν ἐναμείβοντες, ἢ ὑποτοπάζοντες κατά τι παραλλάττειν αὐτόν. Λʹ. Εἰ προσκυνεῖται παρ' ἀγγέλων, πῶς οὐκ ἄξιος καὶ παρ' ἀνθρώπων· Εἰ δὲ προσκυνεῖται, οὐ κτίσμα. 39.800 Τεθέσπισται γὰρ μὴ προσκυνεῖν θεοῖς, ἐπειδὴ κτίσματα. ΛΑʹ. Εἰ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ Πατρὶ ἐξ ἴσου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ μένει παρ' αὐτῷ, ὡς ἐδείχθη· ἴση καὶ ὅμοιος ὑπάρχει ἡ Τριάς· καὶ οὐδεὶς ἔχειν, ἢ προσκυνεῖν, ἢ δοξάζειν δύναται τὸν Πατέρα, μὴ ἴσως ἔχων τὸν Υἱὸν καὶ τὸ Πνεῦμα αὐτοῦ, καὶ ἴσως προσκυνῶν καὶ δοξάζων. ΛΒʹ. Εἰ νομοθετεῖ, ἁμαρτιῶν τε καὶ θανάτου ἐλευθεροῖ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα «Ὁ γὰρ νόμος, φησὶν, τοῦ Πνεύματος τῆς ζῳῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου,» κράζει ὁ Παῦλος· τῆς πρώτης καὶ μιᾶς εἰσιν παντοκρατορικῆς καὶ ζωοποιοῦ φύσεως αἱ ὑποστάσεις αὗται. Κτίσμα γὰρ οὐ δύναται ἀφ' ἑαυτοῦ ταῦτα ποιεῖν. ΛΓʹ. Εἰ ὀρθῶς γέγραπται, ὁ μὲν Υἱὸς Σωτὴρ, τὸ δὲ ἅγιον Πνεῦμα σωτηρίαν ἐπιχορηγεῖν· ἄτρεπτός ἐστιν καὶ ἄκτιστος, ὡς ἄτρεπτος ὅ τε Υἱὸς τό τε Πνεῦμα. Τὸ γὰρ τρεπτὸν σώζειν οὐ δύναται ἀποσφαλέντα, ὡς κτιστὸν καὶ οὐκ ἀναμάρτητον. Λ∆ʹ. Εἰ ἡμεῖς οἱ κτιστοὶ υἱοθετούμεθα παρὰ τοῦ Υἱοῦ, καθὰ μυσταγωγοῦντες ἡμᾶς λέγουσιν Παῦλος μέν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον· Ἀββὰ, ὁ Πατήρ·» Ἰωάννης δέ· «Ὅσοιδὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι»· οὐκ ἀπολείπονταί πω τῆς ἀληθοῦς θεότητος αἱ