1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

14

γράφων τοιάδε Κολοσσαεῦσι μέν· «Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὸ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι·» Κορινθίοις δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Τὰ μέλη ἡμῶν, μέλη Χριστοῦ. Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσομεν πόρνης μέλη; Μὴ γένοιτο!» καὶ πάλιν· «Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτως καὶ ὁ Χριστός.» Ὥστε, εἰ καὶ κατὰ τὴν δυσαντίβλεπτόν πως οἰκονομίαν, σῶμα μὲν αὐτοῦ τὴν Ἐκκλησίαν, ἀδελφοὺς δὲ ἡμᾶς τοὺς κτιστοὺς οἶδεν ἡ Γραφὴ, ἀλλ' οὖν, ὡς μονογενὴς καὶ ἀληθινὸς Υἱὸς τοῦ ὑψίστου Θεοῦ, τῇ συστάσει τοῦ πλήθους τῶν κτισμάτων κατ' οὐδὲν συνείληπται. Οὔτε δὲ ἄλλη γραφὴ περιέχει λέξιν τοιαύτην. Περὶ αὐτοῦ μενοῦνγε πέπλησται πᾶσα, ὅτι Θεὸς ἀληθινὸς, καὶ Υἱὸς μονογενὴς ἀληθῶς. Ἀλλὰ γὰρ ὥσπερ ὑπό τινος ῥεύματος ὑπηνέχθη βία. Ἐπὶ οὖν ἕτερον κεφάλαιον τρεπτέον τὸν λόγον.

ΚΕΦ. ∆. ∆εύτερον πρόβλημα τῶν δυσαγκαλίστων καὶ ἀνεξέταστον ἐχόντων

τὸ φρόνημα αἱρετικῶν πειρᾶται τὴν ὀρθὴν πίστιν ἀπὸ Γραφῶν, τῶν παρὰ τὸν θεολογικὸν νοῦν ὑπ' αὐτῶν νοουμένων, ἀπείθανον δεικνύναι, τὴν δ' ἑαυτῶν διὰ τῶν αὐτῶν σεμνοτέραν ἀποφαίνειν. ∆είκνυται γὰρ, φησὶ, κτιστὸς καὶ οἷον ἐπίπλαστον καὶ νόθον ἔχων τὸ «μονογενὴς Υἱὸς» καὶ «Θεὸς» ὄνομα· ἐξ ὧν Παῦλος Κολοσσαεῦσιν ἔγραψεν περὶ αὐτοῦ· «Πρωτότοκος πάσης κτίσεως.». Εἰ γὰρ δῆθεν πρωτότοκος, οὐ μονογενὴς, ἀλλ' ὡς πρὸς τοὺς μετ' αὐτὸν κτισθέντας πρωτότοκος· εἰ δὲ μονογενὴς Υἱὸς, πῶς πρωτότοκος; Προειπόντες οὖν, ὡς ὑπὲρ τὴν αὐτῶν ἐστι καὶ τὸ βάθος τοῦ λογίου τούτου συναίσθησιν, καὶ ὡς ἐλάλει Παῦλος, ἃ μὴ ᾔδει, καὶ ἐπίστευεν, οἷς ἐλάλει, ἐπειδὴ ὑποβολὴ ἦν τῆς ὄντως σοφίας, καὶ προφανῆ ταῦτα πάντα ἐποίει, 39.829 παραγράψομεν ὅλον τὸ χωρίον τοῦτο, καὶ οὕτως ἐπὶ τὴν ἑρμηνείαν αὐτοῦ βαδιούμεθα, οὐ δεόμενοι στοχασμῶν τινων, καὶ δι' εἰκότων τὰ φωτὸς φωτοειδέστερα διηγούμενοι, ἐροῦντες δὲ ὅσα ἑκόντες, ἢ ἄκοντες αὐτοὶ μὲν οὗτοι παρίδον, ἡμεῖς δὲ ὁρῶμεν δυνάμενα συμμαχεῖν τῷ λόγῳ. Ἔχει δὲ ἡ Ἐπιστολὴ οὕτως· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ καλέσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται αὐτὸς ἐν πᾶσιν πρωτεύων· ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Θέα τοίνυν ἐμφρόνως, πῶς ἐναντία αἱρετικοῖς ἡ Γραφὴ ἐξηγεῖσθαι παρεσκεύασται, καὶ ἔχει ἑκάστην λέξιν ἀκτῖνας οἷον νοήσεων περὶ Θεοῦ ἐνανθρωπήσεως ἀποπέμπουσαν· καὶ ὅτι προεῖπεν αὐτὸν Υἱὸν καὶ εἰκόνα τοῦ Θεοῦ, καὶ οὕτω πρωτότοκον καὶ κεφαλὴν τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, καὶ πᾶν τὸ πλήρωμα τῆς ὑπὲρ τὸ ἀσώματον, καὶ ἀχρώματον, καὶ ἀχώρητον θεότητος κληρωσάμενον· ἵν' ὅπως ποτ' οὖν ἀξίως συνίωμεν αὐτοῦ καὶ τὴν ἐκ τοῦ Θεοῦ Πατρὸς καὶ πρὸς αὐτὸν ἀσύγκριτον φύσιν, καὶ τὴν ἐκ Παρθένου καὶ κατ' αὐτὴν τελείαν καὶ ἑνοειδῆ σάρκωσιν καὶ ψύχωσιν. Τί γὰρ ἄλλο νοήσαις ἂν μεταξὺ τῶν