1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

18

νοηθείη ἂν καὶ ὅπερ Παῦλος Κολοσσαεῦσιν ἐξήγγειλε τόνδε τὸν τρόπον· «Καὶ αὐτός ἐστι πρὸ πάντων·» οὐχ ὡς ποιητὸς μὴ γένοιτο!, ἀλλ' ὡς γεννητός. Εἰ μὴ γὰρ ἦν ἀνάρχως αὐτὸς πρὸ πάντων γεννηθεὶς ἀληθινῶς καὶ ὁμοουσίως, οὐκ ἂν κατ' εἰκόνα ἡμεῖς αὐτοῦ ὁμοούσιοι τοῦ ἡμᾶς τεκόντος ἐγενήθημεν· καὶ εἰ μὴ προῆν ἀδημιουργήτως ὁ ποιητὴς καὶ προνοητὴς, οὐκ ἂν ὑπῆν δημιουργικῶς τὰ ποιητὰ καὶ προνοούμενα.

ΚΕΦ. ςʹ. Τέταρτον προτείνουσιν ὑπὸ ἀκολάστου γλώσσης τὸ παρὰ Πέτρῳ ἐν

ταῖς Πράξεσιν εἰρημένον· «Γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Καὶ τοῦτο δὲ οὐ περὶ τῆς θείας καὶ ἀκαταλήπτου γέγραπται οὐσίας τοῦ ἐν ἀρχῇ ὄντος Θεοῦ Λόγου, καὶ πρὸς τὸν Θεὸν ὄντος, καὶ οὐχ ἁρπαγμὸν ἡγησαμένου τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ περὶ τοῦ ἐκ Μαρίας συμμόρφου τῆς ταπεινώσεως ἡμῶν. Ἡ γὰρ μνήμη τοῦ σταυροῦ καὶ τὸ συνῆφθαι τῷ «ἐποίησεν» τὸ, «Ὃν ὑμεῖς ἐσταυρώσατε,» αὐτὸν ἐδήλωσεν, οὗ πολλαχοῦ μέμνηται ἡ Γραφή. Καὶ ὡς ὅταν ἐν ταῖς Πράξεσι λέγῃ ὁ αὐτὸς Πέτρος· «Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰκὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε· καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε.» Καὶ Ζαχαρίας φησίν· «Ἐκχεῶ ἐπὶ τὸν οἶκον ∆αυῒδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ Πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, εἰς ὃν ἐξεκέντησαν, 39.844 καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν, ὡς ἐπὶ ἀγαπητὸν, καὶ ὀδυνηθήσονται ἐπ' αὐτὸν, ὡς ἐπὶ πρωτότοκον.» Ἧστινος προφητείας ἀναμνησθεὶς Ἰωάννης μετὰ τὸν σωτήριον σταυρὸν, εἶπεν· «Ὄψονται, εἰς ὃν ἐξεκέντησαν.» Περὶ τούτου καὶ ὁ ἄγγελος συγχαίρων ἀνθρώποις ἔλεξεν· «Ἐτέχθη ἡμῖν Σωτὴρ σήμερον, ὅς ἐστι Χριστὸς Κύριος.» Ὁ δὲ σήμερον τεχθεὶς οὐκ ἄν ποτε ὁ προαιώνιος νοηθείη. Προσεκτέον οὖν καὶ τῷδε τῷ τοῦ Γράμματος θαύματι, ὅτι ἄγγελοι καὶ ἄνθρωποι μιᾶς νεαρᾶς θεογνωσίας ἑορτὴν ἐπετέλουν ἴσῃ διαθέσει ὁμοφωνοῦντες καὶ ὁμογνωμονοῦντες. Οὕτω δέ φαμεν, ἐπινοίᾳ τινὶ τὴν ἄφραστον αὐτοῦ οἰκονομίαν σημαίνοντες, καὶ τὴν εἰς τὴν θεότητα αὐτοῦ συντείνουσαν βλασφημίαν ἐκκλίνοντες, οὐκ ἄλλον δὲ πιστεύοντες εἶναι τὸν ἐκ Πατρὸς Υἱὸν, καὶ ἄλλον τὸν γενόμενον σάρκα καὶ σταυρωθέντα· ἐπεὶ μήποτε διαζεύγνυσθαι ἑαυτῆς, μηδὲ τρέπεσθαι πέφυκεν ἡ θεότης. Οὐδὲ γὰρ ὁ Ἀπόστολος δύο ἐνόησεν ἂν, εἰπών· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» Καὶ ὁ Ἱεροψάλτης γὰρ τὸ ἀπόῤῥητον τοῦτο μυστήριον τῆς οἰκονομίας καὶ κρύπτων πως καὶ ἀναπεπταμένως ἐκφαίνων, καὶ καλύπτων μᾶλλον ἢ ἀγνοῶν, καὶ ἀγνοῶν μᾶλλον ἢ καλύπτων, ἐν ρηʹ ψαλμῷ ὁμοιότροπον τοῦ μνημονευθέντος ῥήματος Πέτρου προφητεύει· «Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη· καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν·» διὰ μὲν τὸ ὁμοουσίως συνυπάρχειν τῷ Πατρὶ, καὶ πάντα γεγενῆσθαι πρὸς αὐτοῦ, χεῖρα τοῦ Πατρὸς προσαγορεύων τὸν Θεὸν Λόγον. ∆ιὰ δὲ τὸ ἀτρέπτως σάρκα, ὡς οἶδε καὶ ἠθέλησε, γεγενῆσθαι, λέγων αὐτὸν πεποιῆσθαι παρ' ἐκείνου, οὗ χείρ ἐστιν. Οὐκ ἀεὶ δὲ τὸ, «ἐποίησε,» νοεῖται ἀντὶ τοῦ, 39.845 «ἔκτισεν,» ἀλλὰ καὶ κατὰ σχέσιν· ὡς τὸν ἤδη ὄντα κατ' οὐσίωσιν διδάσκαλον, τότε ποιεῖ τις τῶν ἑαυτοῦ παίδων διδάσκαλον, ὅταν διδάσκειν τοὺς παῖδας ὁ διδάσκαλος ἄρξηται· καὶ ὡς ὅτε παῖδα τότε ποιεῖ τις στρατιώτην, ἢ ῥήτορα, ὅταν τὴν στρατείαν, ἢ τὸ ῥητορεύειν ὁ παῖς μετέρχηται. Τῇ γὰρ διανοίᾳ ταύτῃ περὶ τοῦ Πατρὸς καὶ Θεοῦ εἶπεν· «Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·» καὶ Ἠσαΐας· «Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθός.» Καὶ ὁ Ἱεροψάλτης ἐν μὲν κθʹ ψαλμῷ· «Κύριος ἐγενήθη βοηθός μου·» ἐν δὲ λʹ· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ