1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

21

Πατρός μου·» οὐ, τοῦ Πατρὸς ἡμῶν. Οὗ τί ἂν εἴη μεῖζον, ἐν μὲν ἀγαθοῖς, τοῦ ὁμολογηθῆναι ἡμᾶς ὑπ' αὐτοῦ· ἐν δὲ αἰσχίοις, τοῦ ἀρνηθῆναι ἐκείνοις τὴν ἀπὸ τοῦ Θεοῦ γνῶσιν, ὡς ἀντὶ τῆς ἀληθείας ἀνθῃρημένοις ψεῦδος; Καὶ τὸ, «Ἀναβαίνω» δὲ «πρὸς τὸν Πατέρα,» διὰ τὴν οἰκονομίαν εἶπεν, εὐαγγελιζόμενος τοὺς μαθητὰς, οὓς φιλῶν ἀδελφοὺς ἐκάλει, ὅταν ἀναβιβάζηται ἡ ἐξ ἡμῶν ἀπαρχὴ, ἀναβαίνοντος τοῦ ἀεὶ ὄντος πρὸς τὸν ὄντως ὄντα αὐτοῦ Πατέρα. Ἐπείτοιγε λέγει· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ ὢν ἐν τῷ οὐρανῷ·» διὰ τῶν τοιούτων λέξεων τῇ θεότητι μυστικῶς ἅμα καὶ λευκῶς σημαίνων εἶναι αὐτόν.

ΚΕΦ. Ιʹ. Καὶ Παύλου δὲ Φιλιππησίοις γράψαντος περὶ τῆς ἀσυγκρίτου καὶ

οἰκονομικῆς τοῦ Θεοῦ Λόγου δι' ἡμᾶς κενώσεως· «Τοῦτο δὴ λογιζέσθω ἐν ὑμῖν, ὅπερ καὶ 39.856 ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός·» οὗτοι τῷ μὲν, ὅτι ἐν μορφῇ Θεοῦ, καὶ ἴσα τῷ Θεῷ ὑπάρχων, ἑαυτὸν ἐκένωσεν, ἐν τῷ λαβεῖν μὲν δούλου μορφὴν, καὶ ἐν ταπεινώσει ἀνθρώπων γενέσθαι, ἀπεκδύσασθαι δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, οὐχ ἑτέρου ἀνάγκῃ, ἀλλ' ἑκουσίως· ἔχουσιν· τῷ δὲ, «∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» ἀτρέπτως ἐπιβάλλουσι, καίτοι τῆς «διὸ» λέξεως σημαινούσης, ὡς διὰ τὸ παραπλησίως τῶν παιδίων κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, τότε, καὶ οὐκ ἄλλοτε, ὑπερυψώθη τὸ δουλοπρεπὲς μέτρον, καὶ ἐχαρίσθη αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ πάντων προφερέστατον· οὐ μὴν ὅτι ὁ Μονογενὴς περὶ οὗ λέγουσι τῆς τε βροντῆς ὁ υἱὸς, ὡς ἀληθινὸς Θεὸς καὶ ἀληθινὸς Υἱὸς Θεοῦ· καὶ Παῦλος, ὡς πρὸ τῆς κενώσεως ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ἦν δοτὰ ἐκτήσατο ταῦτα. Ἐπείτοι καὶ ἄτοπα λίαν ἐκ τούτου εἰσφέρεται· ἓν μὲν, ὅτιπερ, εἰ ἐν ψιλῷ καὶ μόνῳ τῷ ὀνόματι διακέκριται Θεὸς ὁ Υἱὸς, πλεονεκτήσει τὴν κτίσιν, ἢ μικρὸν, ἢ τὸ σύμπαν οὐδέν· δεύτερον δὲ, ὅτι ἐξολισθήσειεν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν, καὶ ὅσον ἧκεν εἰς λογισμὸν τὸ χάρισμα· ἐπείπερ τὸ δοτὸν οὐκ εἰς πᾶν ἐρηρεισμένον καὶ διαμένον, ἀλλ' εὐαπόβλητόν πως· τρίτον, ὅτιπερ, εἰ κατὰ τὴν θεότητα νοηθείη εἰληφέναι τὸ θεῖον ὄνομα τὸ τηνικαῦτα, ὅτε ἐν κόσμῳ ἐφάνη, εὑρεθήσεται μὴ ἐσχηκὼς πρὸ τούτου, ὃ ὕστερον ἔλαβεν, ἀλλ' ὥσπερ τι χάρισμα, ἢ μισθὸν κομισάμενος ὑπὲρ τῆς πρὸς ἡμᾶς ἀφίξεως. Αὐτὸς δὲ καὶ ἐξ ἀπείρου ὑψώματος δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς ἑαυτὸν ἐκένωσε· καὶ διὰ τὸ εἶναι φυσικῶς Υἱὸς Λόγος, καὶ ἐν μορφῇ. Θεοῦ, καὶ ἴσα Θεῷ, καὶ Θεὸς ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, οὔτ' ἔξωθεν εἰσκεκριμένον καὶ νόθον οἷον ἔχων τὸ ἀπαράβλητον ὄνομα, οὔθ' ὕστερον τούτῳ ἐκτετιμημένος, ἐπανῆλθε πάλιν εἰς ὅπερ ἦν ἀεὶ καὶ ἐν ἀρχαῖς ὑπερανέχον ὕψος, καὶ εἰς ἔμφυτον τιμὴν καὶ δόξαν, καὶ εἰς ἰδίαν τὴν ἐκ δεξιῶν τοῦ ἑαυτοῦ Πατρὸς συνεδρίαν. 39.857 Πῶς δὲ καὶ ὑπερύψωσε καὶ ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Ἐρῶ, ὅτι καὶ δουλικὴν περιφέροντι αὐτῷ εἰκόνα ἔλεγέ τε, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,» καὶ ἤθελε Θεὸν καὶ τότε καλεῖσθαι αὐτὸν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ὡς προείρηται. Πρὸ τῆς ἐν κόσμῳ γὰρ ἐπιφανείας τοῦ Υἱοῦ, τὰ ἐπουράνια μόνον γόνυ ἔκλινεν αὐτῷ, καὶ ἐδόξαζεν αὐτὸν, εἰδότα τῆς ἁγίας Τριάδος τὴν ἰσόθεον δόξαν· ὡς τὰ σεραφὶμ τρίτον βοᾷν, «Ἅγιος,» καὶ ἅπαξ, «Κύριος·» ἵνα καὶ ἑκάστῃ ὑποστάσει τὸν ὕμνον ὁμοίως ἀναπέμψῃ καὶ μίαν αὐταῖς εἶναι κυριότητα καταγγείλῃ· τὰ δὲ ἐπίγεια καὶ τὰ καταχθόνια οὐκ ᾔδει αὐτὸν οὕτως,