1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

22

ὡς ἐν τῇ οἰκονομίᾳ ἔγνω. Ἐξ ἐκείνου οὖν ἤρξατο καὶ αὐτὰ γόνυ κλίνειν αὐτῷ, καὶ δοξάζειν, καὶ Θεὸν καλεῖν· καὶ ἐν ἀθρόαις περιστάσεσι, τῇ ὀξύτητι τῶν συμβαινόντων φθανόμενα, οὐ πολλῇ κεχρῆσθαι προσευχῇ, οὐδὲ κατὰ τὸ σύνηθες βαττολογεῖν, ἀλλ' ἐπικαλεῖσθαι· «Χριστὲ, βοήθει·» ὡς τοῦ ὀνόματος τούτου ὄντος πᾶσιν εἰς σωτηρίαν. Τῷ δὲ εἰρῆσθαι, «Ἐν ὁμοιώματι ἀνθρώπων καὶ σχήματι εὑρεθεὶς,» οὐ φάντασμα ὑποδηλοῖ τὴν ἐνανθρώπησιν αὐτοῦ, ὡς ὑπετόπασάν τινες· τὸ ἐναντίον μὲν οὖν, ὅτι Θεὸς Λόγος ὁμοιότητα καὶ σχῆμα ἀνθρώπων ὄντως ἔφερεν. Νοητέον δὲ καὶ ἄλλως· Ἀπὸ τῆς ὄψεως, καὶ φορέσεως, καὶ ἀναστροφῆς δείκνυται ἕκαστος, ὅπερ ἐστὶ, καὶ ὃ βούλεται πράττειν. Κἂν γὰρ μὴ βοῶν περιέρχοιτο τοῦτο, ἀλλ' ὅμως κατήγορον τὴν φύσιν ἔχει τοῦ πράγματος, κἂν μὴ λέγῃ. Καὶ ὁ Σωτὴρ οὖν βουληθεὶς διὰ τῆς ἀτρέπτου ἐνανθρωπήσεως σῶσαι ἡμᾶς, καὶ πάντα ἐσχηκὼς τὰ ἡμέτερα δίχα ἁμαρτίας, ἀνάγκῃ τὴν ἀπὸ γνώμης καὶ ἔργων τοῖς ἀνθρώποις προσοῦσαν ἁμαρτίαν ποιεῖν ὑπελαμβάνετο. Ὁ γὰρ τληπαθέστατος Ἰὼβ ἀπὸ πάντων ἡμῶν κέκραγεν· «Οὐδεὶς ἀναμάρτητος, οὐδ' ἂν μιᾶς ὥρας ὁ βίος αὐτοῦ. Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν, ἢ ἐπισκοπὴν αὐτοῦ ποιεῖς ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις;» Αὐτὸς δὲ, τοῦτ' ἔστιν ὁ ∆εσπότης, «ἁμαρτίαν,» ὡς προείρηται, «οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τὸ δὲ 39.860 ἀναμάρτητον, ὑπεράνθρωπόν ἐστι. ∆ιὰ τοῦτο κεχρησμῴδηται τὸ, «Ἐν ὁμοιώματι καὶ σχήματι ἀνθρώπων.

ΚΕΦ. ΙΑʹ. Καὶ τὸ παρὰ Ἰωάννῃ, «Ἐγὼ ζῶ διὰ τὸν Πατέρα,» οὐδαμόθεν ἔχει

λῆμμα. Ἢ γὰρ ἕνεκα τοῦ προλεχθέντος τῆς οἰκονομίας εἴρηται τρόπου, ἢ διὰ τὸ πεφηνέναι αὐτὸν ζωὴν ἐκ ζωῆς πατρικῆς, ὡς καὶ φῶς ἐκ φωτὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Τοιγαροῦν καὶ τοῦτο ἠκούσαμεν αὐτοῦ παρ' αὐτῷ Ἰωάννῃ· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ τὸ φῶς·» καὶ πάλιν· «Ὁ Υἱὸς οὒς θέλει ζωοποιεῖ.» Εἰ οὖν καὶ ὁ Πατὴρ ζωή ἐστι καὶ φῶς ἀληθινόν· ζωὴ ζωῆς, καὶ φῶς φωτὸς οὐδὲν διαφέρει. Ζωὴ γὰρ καὶ φῶς ἅπαξ ἐστί· καὶ οὐδὲ πειθανότητος ἐγγὺς τὸ, «Ἦν, ὅτε οὐκ ἦν,» ἐπὶ αὐτῆς τῆς δημιουργοῦ ζωῆς καὶ τοῦ ἀνεκλείπτου φωτός. Καὶ ἄλλως· Ὁ δι' ἕτερον ζῶν, αὐτὸς οὐκ ἂν εἴη ποτὲ ζωὴ αἰώνιος· ὡς οὐδὲ ὁ μεταδόσει Θεοῦ ἅγιος, αὐτοάγιος· αὐτὸς δὲ κατ' ἐξουσίαν καὶ ἄλλους ἁγιάζων δι' ἑαυτοῦ τε καὶ δι' ἑτέρων.

ΚΕΦ. ΙΒ. Καὶ τὸ «Ἐγὼ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα

τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς,» τοῦτο δηλοῖ· Οὐχ ἵνα τὸ τῆς ἀνθρωπότητος, φησὶ, θέλημα πράττω ἐν τῇ ἐνανθρωπήσει, ἀλλὰ τὸ τῆς θεότητος. Οὐ γάρ ἐστι θέλημα τοῦ ἀγαπητοῦ Υἱοῦ, θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς κεχωρισμένον. Ἓν γὰρ καὶ τὸ αὐτὸ θέλημά ἐστι τῇ Τριάδι. Ταύτῃ γοῦν τῇ παραδόξῳ αὐτοῦ ὑπακοῇ τῇ ἀνθ' ἡμῶν, ἔλυσε τὴν ἡμῶν ἀρχαίαν παρακοήν· καὶ ὃν τρόπον εἰς ὁμοίωσιν ἡμῶν, ὡς οἶδε καὶ ἠβουλήθη, καταβὰς ἔπαθεν· οὕτω καὶ ἡμᾶς συμμόρφους ποιήσας ἑαυτοῦ, εἰς ἀπάθειαν μετέστησεν. Ὅθεν, «Καταβέβηκα,» ἔφη· αὐθαιρετικῶς, φησιν, οὐχ ὑπουργικῶς. Καθὰ καὶ ἐν ἑτέρῳ μέρει ὁμοίως φάσκει· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς·» ὅ ἐστιν, οὐ πεμφθείς.

ΚΕΦ. ΙΓʹ. Καὶ τὸ τοῦ Ψαλμῳδοῦ· «∆ιὰ τοῦτο ἔχρισέ σε Θεὸς ὁ Θεός σου ἔλαιον

ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» καὶ τὸ παρ' Ἰωάννῃ ἐν Εὐαγγελίῳ κείμενον, «Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς 39.861 τὸν κόσμον,» παραπλησίως εἴρηται. Οὐκ ἄλλοτε γὰρ ἐχρίσθη καὶ ἡγιάσθη ὁ ἅγιος καὶ ἁγίοις ἀναπαυόμενος, «ὁ εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν·» εἰ μὴ ὅτε οὐκ ἀποθέμενος ὃ ἦν, ἐγένετο ἀσυγχύτως καὶ ὃ οὐκ ἦν· ἵν' ἡμᾶς μετόχους ἑαυτοῦ ποιήσῃ καὶ ἁγιάσῃ,