1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

23

καθὰ εἶπεν· «Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.» ΚΕΦ. Ι∆ʹ. Ἀκολούθως τούτῳ θεωρεῖται καὶ τὸ ἐν ψαλμῷ εἰρημένον· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·» καὶ τὸ πολλαχοῦ γεγραμμένον, ὅτι τὸν Χριστὸν Ἰησοῦν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Οὐ γὰρ χάριν ἔλαβεν αὐτὸς τὴν ἀνάστασιν, ἀλλὰ χάριν αὐτὸς δέδωκεν ἡμῖν τὸ καθ' ὁμοιότητα τῆς ἀναστάσεως αὐτοῦ ταύτης πάλιν ἀνίστασθαι. Ἐπείτοιγε τὸ πρὸς τὸν Πατέρα ἰσότιμον καὶ ἰσοδύναμον καὶ ἐν τούτῳ διδάσκων τῷ κεφαλαίῳ, παρὰ Ματθαίῳ καὶ Λουκᾷ εἶπε· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ, «Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» 39.864

ΚΕΦ. ΙΕʹ. Καὶ ἡ πρὸς τὸν νομικὸν ἀπόκρισις, τὸν πειραστικῶς εἰπόντα ὡς

ἀνθρώπῳ τῷ Κυρίῳ, «∆ιδάσκαλε ἀγαθὲ,» καὶ ἀκούσαντα, «Τί με λέγεις ἀγαθόν, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» τοιαύτη τίς ἐστιν. Τὸ, «Οὐδεὶς ἀγαθὸς,» εἰς τὸ γένος τῶν ἀνθρώπων· τὸ, «Εἰ μὴ εἷς ὁ Θεὸς,» εἰς τὸ ὁμοούσιον τῶν θείων ὑποστάσεων φέρει. Εἰ γὰρ οἶδάς με, φησὶν, ἀγαθὸν, ὁμολόγησόν με Θεὸν ἴσον καὶ ὅμοιον, ὡς κατὰ τὴν ἀγαθότητα, οὕτως καὶ κατὰ τὴν οὐσίαν ὑπάρχοντα τοῦ Πατρός. Ἡ γὰρ ἀνθρωπότης μεταλήψει τὴν ἀγαθότητα κέκτηται· ἡ δὲ θεότης ἄκρα ἀγαθότητος, καὶ ζωὴ, καὶ φῶς, καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ ἀγάπη ἐστίν. Καὶ ἐπάγει· «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν μοι ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Πείθων τε τὸν νομικὸν ταῦθ' οὕτως ἔχειν, εἶπε· «Πώλησον πάντα, ὅσα ἔχεις, καὶ δεῦρο, ἀκολούθει μοι.» Ὅπερ οὐκ ἐποίησεν ἡττώμενος τῆς γνώμης, οὐκ ἐχούσης ἔμφυτον τὸ ἀγαθόν. Ἐμαρτυρήθη μὲν οὖν ἡ ἀγαθότης αὐτοῦ ἐν τῷ αʹ λόγῳ. Τί δὲ ἂν εἴη εἰς ἀπόδειξιν μεῖζον τοῦ ἔργοις μᾶλλον ἢ λόγοις δεικνύντος τὸ ἑαυτοῦ φύσει ἀγαθὸν, κατὰ τὸν λέγοντα· «Ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν;» -»ποιεῖν» μὲν, ἐν τῷ κενῶσαι ἑαυτὸν καὶ μορφὴν δούλου ὑπὲρ τῶν δούλων λαβεῖν, θεραπεῦσαί τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακείαν, καὶ δαίμονας ἀπελάσαι, καὶ θάλασσαν ἀνθρώποις ποιῆσαι βατὴν, καὶ πεινῶντας ὄχλους ἐπ' ἐρημίας ἐμπλῆσαι, καὶ δούλων νίψαι τοὺς πόδας, καὶ διὰ τὸ πλάσμα τῶν ἰδίων χειρῶν, ὑπὸ τῶν χειρῶν τοῦ πλάσματος παθεῖν, καὶ ἑκατονταπλασίονα τοῖς εὖ ποιοῦσι χορηγεῖν ἀγαθὰ, καὶ προστιθέναι ζωὴν αἰώνιον· «διδάσκειν» δὲ, «Πώλησον, ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι·» καὶ, «Ὃ σὺ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς·» καὶ, «Μὴ ἀποδῶτε κακὸν ἀντὶ κακοῦ·» καὶ,» Ὃς ἐὰν ποιήσῃ ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησεν·» καὶ, «Παντὶ τῷ αἰτοῦντί σε δίδου·» καὶ, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς 39.865 ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν·» καὶ, «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους» Καὶ πῶς δὲ οὐκ ἔστιν, ὦ αἱρετικὲ, ἀγαθὸς ἴσα τῷ ἑαυτοῦ Πατρὶ, ὅς γε ταῦτά σοι λέγοντι συγγνώμην ἔχει;

ΚΕΦ. Ιςʹ. ∆ιὰ πάντων αἱρεσιομαχεῖν ἐγνωκότες, καὶ τὴν πρὸς Τιμόθεον τοῦ

Παύλου φωνὴν, τὴν λέγουσαν· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν·» καὶ τὴν, «Μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον·» καὶ τὴν ἐν Εὐαγγελίῳ κειμένην· «Ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν·» καὶ τὴν διαγορεύουσαν προφητείαν· «Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος·» οὐκ εἰς δέον ἐκδέχονται· φάσκοντες τὴν «μόνος» καὶ τὴν «ἀληθινὸς Θεὸς» λέξιν μὴ ἐπιδέχεσθαι δευτέραν, ἢ τρίτην ὑπόστασιν, ἔχειν δὲ τὴν ἀναφορὰν εἰς μόνον τὸν Πατέρα. Ἡ δὲ «μόνος» καὶ ἑνός ἐστι λέξις, ὁσάκις ἂν εἴρηται ἐπὶ τῆς Τριάδος τῇ Γραφῇ, διὰ τὸ ἐν