1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

26

δυσαλωτότατον καθέστηκεν. Ὀρθῷ οὖν προσεῤῥήθη τρόπῳ τῷ εἰρημένῳ «μόνος ἀθάνατος, σοφός τε Θεὸς, καὶ ἀόρατος.»

ΚΕΦ. ΙΖʹ. Καὶ μὴν καὶ τὰ παρὰ Ἰωάννῃ ἀμώμητα καὶ ἀνεπίληπτα τοῦ πάντων

Κυρίου ῥήματα, τὰ λέγοντα· «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν·» καὶ πάλιν· «Οὓς ἔδωκάς μοι, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας·» καὶ πάλιν· «Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου·» καὶ πάλιν· 39.876 «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» καὶ τοῦ ∆αυΐδ· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» καὶ ὅσα τοιαῦτα, τὴν ἄφραστον οἰκονομίαν δηλοῖ. Καὶ ἄμαχον τοῦτο πλέον ποιεῖ, καὶ πάντας ἀναγκάζει, τούς γε μὴ τελέως ἀψύχους, συντίθεσθαι ἡμῖν τὸ εὐθὺς προσκεῖσθαι· «Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Εὐμενῶς γὰρ ἔχων πρὸς τὸ γένος ἡμῶν, καὶ ἑκὼν πτωχεύσας σαρκὶ, ὡς γράφει ὁ Παῦλος, ἵν' ἡμεῖς, οἱ παντοίαις βλάβαις καὶ μεταβολαῖς, διά τε τὴν ἀρχαίαν καὶ τὰς προσφάτους ἁμαρτίας, ὑποκείμενοι, τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· καὶ πᾶσιν προσφόρως προσφερόμενος, τῇ ἡμῖν συντρόφῳ ἐχρῆτο διαλέκτῳ, ὅπως τὴν οἰκονομίαν συνιῶμεν, μὴ τῷ ὄγκῳ τῆς θείας ἀποθαμβούμενοι φράσεως. Ἤρκει γὰρ καὶ μόνα τὰ θαύματα ἐκφαίνειν τὴν ἄναρχον καὶ ἀπροσδεῆ αὐτοῦ θεότητα· ὡς μετριάζοντα καὶ τοῦτο λέγειν· «Αἱ ἀλώπεκες τοῦ ἀγροῦ φωλεοὺς ἔχουσιν, καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.» Οὐ γὰρ ἔδει τὸν ∆εσπότην ἰδιάζον πως ἐπὶ γῆς τι κεκτῆσθαι. Καὶ ἄλλως δέ πως τὸν Θεὸν μὲν, ᾧ ἔνδειξις καὶ ἔρις πρὸς ἀνθρώπους οὐδέποτε οὐδεμία, ἀνθρωποπρεπῆ καὶ μετριόφρονα φθέγξασθαι χρειῶδες ἦν, καὶ οὐδὲν μὲν τὴν γαληνοτάτην αὐτοῦ καὶ πάντα περιέχουσαν φύσιν καταβλάπτον, ἡμᾶς δὲ εὐεργετοῦν. Ὁρᾷ γὰρ ἀεὶ οὐ πρὸς τὸ οἰκεῖον ὕψος, πρὸς δὲ τὸ ἀνθρώπων ταπεινόν. Αὐτὸν δὲ συλλήπτορα ποιήσομαι, λέγοντα Πέτρῳ· «Ἵνα δὲ,» φησὶ, «μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· καὶ ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Ἄνθρωπον δὲ Θεῷ ἁρμόζοντα ῥήματα ἀφιέναι, οὐ θέμις· ἐπεὶ καὶ βασιλεῖ ὅτι μάλιστα πρέπει μετριολογεῖν· μείζονα γὰρ ἐκ τούτου καρποῦται δόξαν, καὶ εἰς αὐτὴν ἀναφέρεται τῆς τιμῆς τὴν κορυφήν· ὑπηκόῳ δὲ βασιλικὰς φωνὰς ἐκφέρειν, ἀσύμφορον. Ὥστε ἐπειδὴ Ὕψιστος ἦν, καὶ Λόγος τοῦ Θεοῦ παντὸς λόγου κρείττων, χώραν εἶχεν τὰ χθαμαλὰ αὐτοῦ ῥήματα· εἰ δὲ κτίσμα ἐτύγχανε, πάλιν οὐκ εἶχεν χώραν, ἃ ἐφθέγγετο ὑψηλά. Πῶς γὰρ ἂν ἔλαβεν ζωὴν ἡ ζωὴ, ἢ ἐξουσίαν ὁ κατὰ Ἡσαΐαν ἰσχυρὸς καὶ ἐξουσιαστὴς Θεὸς, ὁ καὶ τοῖς ἀποθανεῖν δυναμέ 39.877 νοις τὸ ζῇν καὶ εἶναι κατ' ἐξουσίαν ἰδίαν παρέχων, ὁ Πέτρῳ τὰς κλεῖς τῆς οὐρανίου ζωῆς ἐγχειρίσας; Ἐκβοᾷ γὰρ καὶ ὁ Ἀπόστολος, ὡς «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·» ἀντὶ τοῦ. Οὐχ ἥρπασεν, οὐκ ἔλαβε τὸ εἶναι ἴσος τῷ Θεῷ καὶ Πατρί. Εἰ δὲ ἄρα καὶ εἰς τὴν θεότητα εἴρητο τοῦ Υἱοῦ, ἐχρῆν αὐτοὺς οὕτω νοεῖν, ὅτιπερ, ὃν τρόπον τὸ, ἔχειν ζωὴν τὸν Θεὸν, οὐ τὸ κεκτῆσθαί τι ἄλλο ἑαυτοῦ, ὡς μὴ ἀνάρχως ἐσχηκότα, ἀλλὰ τὸ αὐτὸν εἶναι τοῦτο, ὅπερ ἔχειν λέγεται, δηλοῖ· τὸν αὐτὸν τρόπον, τὸ ἔχειν λαβόντα ζωὴν τὸν Υἱὸν, οὐχ ὡς μὴ ἔχοντα φύσει σημαίνει. Ἡ γὰρ λέξις ἡ «ὥσπερ ἔχει,» καὶ ἡ «οὕτως ἔδωκε,» τοῦτο παριστᾷ· ὅτι οὕτως ἔχει ὁ Υἱὸς τὴν ζωὴν, ὥσπερ ἔχει αὐτὴν οὐ λαβὼν ὁ Πατήρ· καὶ χρὴ θεοπρεπῶς ἐπί τε τοῦ Πατρὸς τὸ, ἔχειν ζωὴν, καὶ τὸ «ἐν ἑαυτῷ,» ἐπί τε τοῦ Υἱοῦ τὸ «δέδωκεν αὐτῷ,» καὶ τὸ, ἔχειν ἐν ἑαυτῷ ἐκλαμβάνειν· καὶ μᾶλλον ἐκ τοῦ ἀναγκαίου τοῦ πράγματος τὴν θεϊκὴν ἐξουσίαν τοῦ Υἱοῦ, καὶ τὸ ἐπ' ἀμφοῖν ἓν θέλημα ἀθρεῖν. Ἣν γὰρ λέγει ἔχειν ζωὴν ἐν ἑαυτῷ τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἡ ἑνὰς