1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

27

καὶ ὑπερούσιος οὐσία ἐστὶ, καὶ οὐχ ἕτερόν τι ἐν ἑτέρῳ τυγχάνον· ὅθεν εἶπεν· «Ἐγώ εἰμι ἡ ζωή·» ὡς καὶ ἐντεῦθεν ἀναφαίνεσθαι. μὴ ἄλλην τῆς τοῦ Πατρὸς οὐσίας εἶναι τὴν οὐσίαν τοῦ Υἱοῦ. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωὴ, τὴν δὲ αὐτὴν ἔχει ὁ Πατὴρ, τί ἄλλο εὑρίσκεται, ἢ ὁμοούσιος; καὶ εἰ αὐτός ἐστιν ἡ ζωὴ, πῶς, ὅ ἐστιν, εἶχε λαβεῖν; Ἀλλ' εἴπερ εἶχε, φησὶ, πῶς ἔλαβεν; Καὶ ταῦτα ληρήματα. Καὶ ὅμοιος γὰρ παρὰ ὁμοίου λαμβάνει, ἵνα μὴ εἴπωμεν, ὅτι καὶ μείζων ἔσθ' ὅτε παρ' ἐλάττονος, καὶ ἡ δεξιὰ παρὰ τῆς ἀριστερᾶς· ἴσμεν δὲ, ὅτι καί τινες ἐξ ἴσης τὸ κρῖναι λαχόντες, παρεχώρησαν τῷ ἑνὶ ἔσθ' ὅτε καὶ μείζονι αὐτῶν καθεστῶτι· καὶ εἴωθε λέγεσθαι· Ἔδωκαν τῷδε τὸ πρᾶγμα μόνῳ δικάσαι, καίτοι ἔχοντι αὐτῷ, καὶ πλειόνως εἰκὸς, τὴν ἐξουσίαν. Τοιγαροῦν οὐκ εἶπεν, ὅτι Ὃ μὴ ἔχει, ἔλαβεν, ἀλλὰ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς λέγει· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἔλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» ∆ιὰ τῶν τοιούτων ῥημάτων οὐ μόνον δείξας τοῦ Υἱοῦ ἰδίαν τὴν κτίσιν, ἀλλ' ὅτι καὶ τῷ Πατρὶ δίδωσιν ὁ Υἱὸς τοὺς λαμβάνοντας αὐτὸν, τοῦτ' ἔστι τοὺς πιστεύοντας, πανταχοῦ εὐεργετῶν αὐτοὺς, καὶ λαμβάνοντας αὐτὸν, καὶ παρεχομένους παρ' αὐτῷ τῷ Πατρί· ἐκ τοῦ κόσμου γὰρ ὄντας, τῇ ἑαυτοῦ οἰκονομίᾳ ποιεῖ οὐρανοπολίτας. Πῶς δὲ καὶ ἡμεῖς τὰ τοῦ Θεοῦ πάλιν αὐτῷ προσφέρομεν; Ἢ πῶς δόξαν αὐτῷ ἀναπέμπομεν; Μὴ ἆρα ὃ μὴ ἔχει, ἢ ὃ μή ἐστιν, αὐτῷ παρέχομεν; Ἀρκεῖ οὖν αὐτοῖς ἀποκρίνεσθαι ὅτι οὕτως ἔλαβεν, ὡς ἐπτώχευσεν ἑκὼν, καὶ ὡς ἐγένετο κατάρα. Τί γὰρ ἂν φήσαιεν ἐρωτώμενοι ἐξ ἀνθυπο 39.880 φορᾶς· Ὁ Θεὸς καὶ Κύριος πάντων, ἡ ἀΐδιος ζωὴ, 39.880 καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἡ ἀθανασία, πῶς ἐπτώχευσεν; ἢ πῶς ἡ εὐλογία δι' ἡμᾶς ἐγένετο κατάρα;

ΚΕΦ. ΙΗʹ. Οὕτως ἂν νοηθείη καὶ τὸ ἐν Ἰωάννῃ τοῖς ἀποστόλοις ῥηθέν· «Εἰ

ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα· ὅτι ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν.» Πῶς γὰρ πορεύεται, ἢ ἐπέμφθη κατὰ τὴν θεότητα ὁ εἰπών· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα·» καὶ, «Ὁ πέμψας με, μετ' ἐμοῦ ἐστιν;» Ὁ μαρτυρούμενος, ὅτι «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» καὶ ὅτι «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο;» Ὁ γὰρ πέμπων ἐκεῖ πέμπει, ἔνθα οὐκ ἔστιν ὁ πέμπων καὶ ὁ πεμπόμενος. Εἰ δὲ ὁ Θεὸς πανταχοῦ πάρεστι, καὶ πάντα συνέχει, περιδραξάμενος τὴν κτίσιν, καὶ οὐκ ἀπιὼν, καὶ πάλιν ἐπανιὼν, οὐδ' ἐκ τόπων τόπους ἀμείβων. Λέγει γὰρ ὁ μὲν Ἱεροψάλτης· «Ἐγγὺς Κύριος τοῖς φοβουμένοις αὐτόν·» καὶ πάλιν· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ὁ δὲ Ἱερεμίας· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος.» Αἱ δὲ Πράξεις· «Καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ' ἡμᾶς ποιητῶν εἰρήκασιν 39.881 Τοῦ γὰρ καὶ γένος ἐσμέν»· ὁ δ' ἤπιος ἀνθρώποισιν. Καὶ εἰ ὁ ∆εσπότης αὐτὸς ἐξηγεῖται, ὡς οὐδέποτε τοὺς οὐρανοὺς τῆς ἑαυτοῦ παρουσίας ἐγύμνωσεν, ὥσπερ οὐδὲ νῦν μετὰ τὴν ἀνάληψιν τῆς γῆς ἀπολιμπάνεται· «Ἰδοὺ» γὰρ, φησὶν, «ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·» βεβαιῶν τὰ παρὰ τοῦ ἱεροκήρυκος ἐν ιʹ ψαλμῷ ᾀσθέντα, δι' ὧν καὶ ἐπὶ γῆς αὐτὸν, καὶ ἐν οὐρανῷ ἐπὶ τοῦ θείου ἐπικαθέζεσθαι θρόνου προσεκήρυττεν· φησὶν γάρ· «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.» Εἰ ταῦτα οὕτως ἔχει, ἀμάχως τὸ «πορεύομαι» καὶ «ὁ πέμψας,» ὡς μορφὴν δούλου λαβὼν, εἶπε, καὶ διὰ τὸ Ἰουδαίους ἀπιστεῖν τῇ οἰκονομίᾳ, καὶ ὅτι τῇ συμφωνίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπεφάνη· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὥστε καὶ τοὺς παχεῖς τὸν νοῦν καὶ χερσώδεις Μοντανιστὰς ἐντρέπεσθαι, τὸν αὐτὸν Υἱοπατέρα ὁμοῦ καὶ Παράκλητον